1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

45

Ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν. Καὶ τί τοῦτο πρὸς τὸ κάλυμμα, φησὶ, τότε; Ὅτι τὰ μέλλοντα προδιέγραφεν. Οὐ γὰρ μόνον τότε οὐκ εἶδον, ἀλλ' οὐδὲ νῦν ὁρῶσι τὸν νόμον. Καὶ ἡ αἰτία παρ' αὐτοῖς· ἡ γὰρ πώρωσις γνώμης ἐστὶν ἀναισθήτου καὶ ἀγνώμονος. Ὥστε ἡμεῖς ἐσμεν οἱ καὶ τὸν νόμον εἰδότες· ἐκείνοις δὲ οὐχ ἡ χάρις μόνον, ἀλλὰ καὶ οὗτος συνεσκίασται. Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει, φησὶ, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τοῦτο αὐτὸ οὐ δύνανται συνιδεῖν ὅτι πέπαυται, ἐπειδὴ τῷ Χριστῷ οὐ πιστεύουσιν. Εἰ γὰρ διὰ τοῦ Χριστοῦ πέπαυται, ὥσπερ οὖν καὶ πέπαυται, καὶ ὁ νόμος τοῦτο προλαβὼν εἶπε, πῶς οἱ μὴ δεχόμενοι τὸν Χριστὸν τὸν καταργήσαντα τὸν νόμον, δυνήσονται ἰδεῖν, ὅτι κατήργηται ὁ νόμος; Οὐ χωροῦντες δὲ τοῦτο ἰδεῖν, εὔδηλον ὅτι καὶ αὐτοῦ τοῦ νόμου τοῦ ταῦτα λέγοντος τὴν ἰσχὺν ἀγνοοῦσι, καὶ τὴν δόξαν 61.446 ἅπασαν. Καὶ ποῦ τοῦτο εἶπε, φησὶν, ὅτι ἐν Χριστῷ καταργεῖται; Οὐκ εἶπε μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων ἔδειξε· καὶ πρῶτον μὲν, τῷ τὰς θυσίας καὶ τὴν ἁγιστείαν ἅπασαν ἐν ἑνὶ κατακλεῖσαι τόπῳ, τῷ ναῷ, καὶ αὐτὸν ὕστερον καθελεῖν. Εἰ γὰρ μὴ ἐβούλετο αὐτὰς παύσασθαι καὶ τὸν περὶ τούτων νόμον ἅπαντα, δυοῖν θάτερον ἂν ἐποίησεν, ἢ οὐκ ἂν καθεῖλε τὸν ναὸν, ἢ καθελὼν, οὐκ ἂν ἀπηγόρευσεν ἀλλαχοῦ θύεσθαι. Νῦν δὲ τὴν οἰκουμένην ἅπασαν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσαλὴμ ἄβατον ταῖς τοιαύταις κατέστησεν ἱερουργίαις· μόνον δὲ τὸν ναὸν αὐταῖς ἀνεὶς καὶ ἀποτάξας, εἶτα αὐτὸν τοῦτον ὕστερον καθελὼν, καὶ εἰς τέλος ἔδειξε διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι πέπαυται τὰ τοῦ νόμου διὰ Χριστοῦ· καὶ γὰρ τὸν ναὸν ὁ Χριστὸς καθεῖλεν. Εἰ δὲ βούλει καὶ διὰ ῥημάτων ἰδεῖν πῶς διὰ τοῦ Χριστοῦ καταργεῖται, ἄκουσον αὐτοῦ τοῦ νομοθέτου λέγοντος οὕτω· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν ἐντελῆται ὑμῖν. Καὶ ἔσται, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται. Εἶδες πῶς ἔδειξεν ὁ νόμος ὅτι ἐν Χριστῷ παύεται; Ὁ γὰρ προφήτης οὗτος, τουτέστιν ὁ Χριστὸς τὸ κατὰ σάρκα, οὗ ἀκούειν ἐκέλευσε Μωϋσῆς, καὶ σάββατον καὶ περιτομὴν καὶ τἄλλα πάντα ἔπαυσε. Καὶ ὁ ∆αυῒδ δὲ τὸ αὐτὸ τοῦτο δηλῶν, ἔλεγε περὶ τοῦ Χριστοῦ· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐ κατὰ τὴν τάξιν Ἀαρών. ∆ιὸ καὶ σαφῶς ὁ Παῦλος ἑρμηνεύων αὐτὸ, φησὶν, ὅτι Μετατιθεμένης τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Καὶ ἀλλαχοῦ δὲ πάλιν φησί· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας· τότε εἶπον, Ἰδοὺ ἥκω. Καὶ ἑτέρας δὲ πολλῷ τούτων πλείους δυνατὸν ἐκ τῆς Παλαιᾶς παραγαγεῖν μαρτυρίας, δηλούσας πῶς διὰ τοῦ Χριστοῦ καταργεῖται ὁ νόμος. Ὥστε ὅταν ἀποστῇς τοῦ νόμου, τότε ὄψει τὸν νόμον καλῶς· ἕως δ' ἂν αὐτὸν κατέχῃς, καὶ μὴ πιστεύῃς Χριστῷ, οὐκ οἶδας οὐδὲ αὐτὸν τὸν νόμον. ∆ιὸ καὶ ἐπήγαγεν, σαφέστερον τοῦτο αὐτὸ κατασκευάζων, Ἀλλ' ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει τὸ κάλυμμα· ἵνα μή τις νομίσῃ τῆς ἀσαφείας τοῦ νόμου εἶναι τὸ εἰρημένον, καὶ δι' ἑτέρων μὲν αὐτὸ καὶ ἔμπροσθεν ἔδειξε (τῷ γὰρ εἰπεῖν, Ἐπωρώθη τὰ νοήματα αὐτῶν, δείκνυσιν αὐτῶν τὸ ἔγκλημα ὂν), καὶ ἐν αὐτῷ δὲ τούτῳ πάλιν. Οὐ γὰρ εἶπεν, Ἐν τοῖς γράμμασι μένει τὸ κάλυμμα, ἀλλ', Ἐν τῇ ἀναγνώσει· ἡ δὲ ἀνάγνωσις ἐνέργεια τῶν ἀναγινωσκόντων ἐστί· καὶ πάλιν, Ἡνίκα ἀναγινώσκεται Μωϋσῆς. Σαφέστερον δὲ αὐτὸ τῇ λέξει τῇ ἑξῆς ἐδήλωσεν, ἀνακεκαλυμμένως εἰπὼν, Κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἐπεὶ καὶ ἐν τῇ ὄψει Μωϋσέως, οὐ διὰ Μωϋσέα ἔκειτο, ἀλλὰ διὰ τὴν τούτων παχύτητα καὶ σαρκικὴν γνώμην. δʹ. Κατηγορήσας τοίνυν αὐτῶν ἱκανῶς, δείκνυσι καὶ 61.447 τὸν τρόπον τῆς διορθώσεως. Τίς δὲ οὗτός ἐστιν; Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, ὅπερ ἐστὶν ἀποστῆναι τοῦ νόμου, περιαιρεῖται τὸ κάλυμμα. Ὁρᾷς ὅτι οὐ τοῦ προσώπου Μωϋσέως κάλυμμα ἦν ἐκεῖνο, ἀλλὰ τῆς ὄψεως τῆς Ἰουδαϊκῆς; Οὐ γὰρ ἵνα