1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

104

ἔχει τὴν ἰσχύν· οὐ γὰρ ἂν ἠθέλησαν ἐπὶ τοσοῦτον καταισχυνθῆναι. Εἶδες σύνεσιν προαιρέσεως; Ἀπὸ ἄλλων, τῶν Μακεδόνων, προέτρεψε. Γνωρίζω γὰρ ὑμῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Προέτρεψεν ἀπ' αὐτῶν· Οἵτινες γὰρ, φησὶν, οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Προέτρεψεν ἀπὸ τοῦ Κυρίου· Γινώσκετε γὰρ, φησὶ, τὴν χάριν τοῦ Κυρίου ἡμῶν, ὅτι δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὤν. Πάλιν ἐπὶ τὸ ἰσχυρὸν κεφάλαιον καταφεύγει, τὸ ἀφ' ἑτέρων. Ζηλότυπον γὰρ τὸ τῶν ἀνθρώπων γένος. Καὶ ἔδει μὲν τὸ τοῦ Κυρίου ὑπόδειγμα μᾶλλον αὐτοὺς ἐφελκύσασθαι, καὶ μετ' ἐκεῖνο, τὸ τῆς ἀντιδόσεως· ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἦσαν, τούτῳ μᾶλλον ἐφέλκεται. Οὐδὲν γὰρ τοσοῦτον, ὅσον ὁ ζῆλος ποιεῖ. Σκόπει δὲ πῶς αὐτὸ καὶ καινοτέρως εἰσάγει. Οὐ γὰρ εἶπε, Τούσδε μιμήσασθε· ἀλλὰ τί; Ὁ ἐξ ὑμῶν ζῆλος 61.530 ἠρέθισε τοὺς πλείονας. Τί λέγεις; πρὸ μικροῦ ἔλεγες, ὅτι αὐτεπάγγελτοι, μετὰ πολλῆς τῆς παρακλήσεως δεόμενοι ἡμῶν· πῶς οὖν Ὁ ἐξ ὑμῶν ζῆλος; Ναὶ, φησίν· οὐ συνεβουλεύσαμεν, οὐ παρεκαλέσαμεν, ἀλλ' ἐπῃνέσαμεν μόνον ὑμᾶς, ἐκαυχησάμεθα μόνον, καὶ τοῦτο ἤρκεσεν αὐτοῖς εἰς προτροπήν. Εἶδες πῶς δι' ἀλλήλων αὐτοὺς διεγείρει, τούτους μὲν δι' ἐκείνων, ἐκείνους δὲ διὰ τούτων, καὶ τῷ ζήλῳ καὶ ἐγκώμιον ἀνέμιξε μέγιστον; Εἶτα ἵνα μὴ αὐτοὺς ἐπαίρῃ, κεκολασμένως μεθοδεύει, λέγων· Ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἐννόησον τοίνυν ὅσον ἐστὶν ἑτέροις γενομένους αἰτίους τῆς φιλοτιμίας ταύτης, αὐτοὺς ὑστερεῖσθαι κατὰ τὴν εἰσφορὰν ταύτην. ∆ιὰ τοῦτο οὐκ εἶπε, Μιμήσασθε ἐκείνους· οὐ γὰρ τοσοῦτον εἶχε τὸν ζῆλον· ἀλλὰ πῶς; Ἐκεῖνοι ὑμᾶς ἐμιμήσαντο· μηδὲ φανῆτε τῶν μαθητῶν ἐλάττους οἱ διδάσκαλοι. Καὶ ὅρα πῶς διεγείρων αὐτοὺς καὶ ἀνάπτων μειζόνως, ὑποκρίνεται μετ' αὐτῶν ἑστάναι, καθάπερ ἐν φιλονεικίᾳ τινὶ καὶ ἁμίλλῃ τὸ μέρος αὐτῶν ἐπιλεγόμενος. Καθάπερ γὰρ ἀνωτέρω ἔλεγεν, ὅτι Αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως προσῆλθον ἡμῖν, εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως ἐπιτελέσηται τὴν χάριν ταύτην· οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι ∆ιὰ τοῦτο ἔπεμψα τοὺς ἀδελφοὺς, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν. Εἶδες αὐτὸν ἀγωνιῶντα καὶ τρέμοντα, ἵνα μὴ δόξῃ προτροπῆς ἕνεκεν εἰρηκέναι μόνον ἃ εἶπεν, ἀλλὰ, Τῷ οὕτως ἔχειν, φησὶν, ἔπεμψα τοὺς ἀδελφούς· τοσαύτην ὑπὲρ ὑμῶν ποιοῦμαι σπουδὴν, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν. Καὶ δοκεῖ τοῦ μέρους ἑαυτὸν ποιεῖν τῶν Κορινθίων διὰ πάντων, καίτοι πάντων ὁμοίως κηδόμενος. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πάνυ σεμνύνομαι ἐφ' ὑμῖν, καλλωπίζομαι παρὰ πᾶσιν, ἐκαυχησάμην καὶ παρ' ἐκείνοις· ὥστε, ἂν ὑστερήσητε, κοινὰ τὰ τῆς αἰσχύνης. Καὶ τοῦτο δὲ μεμετρημένως· προσέθηκε γὰρ, Ἐν τούτῳ τῷ μέρει· οὐ πανταχοῦ· ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε. Οὐδὲ γὰρ εἶπον, ὅτι μέλλουσιν, ἀλλ' ὅτι πάντα ηὐτρέπισται, καὶ οὐδὲν αὐτοῖς ἐνδεῖ λοιπόν. Τοῦτο οὖν βούλομαι διὰ τῶν ἔργων δειχθῆναι, φησίν. Εἶτα καὶ αὔξει τὴν ἀγωνίαν, λέγων· Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες, καταισχυνθῶμεν ἡμεῖς (ἵνα μὴ λέγωμεν, ὑμεῖς), ἐν ταύτῃ τῇ ἀποστάσει τῆς καυχήσεως. βʹ. Μείζων ἡ ἐντροπὴ, ὅταν πολλοὺς ἐπιστήσῃ τοὺς θεατὰς, αὐτοὺς τοὺς ἀκηκοότας. Καὶ οὐκ εἶπε, Φέρω γὰρ Μακεδόνας μετ' ἐμοῦ, ἔρχονται γὰρ Μακεδόνες μετ' ἐμοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες αὐτὸ ποιεῖν· ἀλλὰ πῶς; Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες. 61.531 Συμβαίνει γὰρ τοῦτο, φησὶ, γενέσθαι, τῶν ἐγχωρούντων ἐστίν. Οὕτω γὰρ καὶ ἀνύποπτον ἐποίει τὸν λόγον· εἰ δὲ ἐκείνως εἶπε, καὶ φιλονεικοτέρους ἐποίησεν ἄν. Ὅρα πῶς οὐκ ἀπὸ τῶν πνευματικῶν μόνον αὐτοὺς ἐνάγει, ἀλλὰ καὶ ἀπὸ τῶν ἀνθρωπίνων. Εἰ γὰρ καὶ ἐμὲ οὐδὲν μέγα τίθεσθε, φησὶ, θαῤῥεῖτε δὲ ὡς συγγινώσκοντι, ἀλλ' ἐννοεῖτε Μακεδόνας, Μή πως, ἐὰν ἔλθωσι, καὶ εὕρωσιν ὑμᾶς· καὶ οὐκ εἶπε, μὴ βουλομένους, ἀλλὰ, ἀπαρασκευάστους, μηδέπω τὸ πᾶν πεπληρωκότας. Εἰ δὲ τοῦτο αἰσχύνη, τὸ μὴ ταχέως ἐνεγκεῖν· τὸ μηδὲ ὅλως εἰσενεγκεῖν, ἢ ἔλαττον τοῦ δέοντος, ἐννόησον ἡλίκον. Εἶτα πράως τὸ ἐξ αὐτοῦ συμβησόμενον, καὶ πληκτικῶς τίθησιν, οὕτως εἰπών·