1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

18

τὴν εἰς αὐτὸν ἐλπίδα. Ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα τὸν ἐκ τῶν εἰρημένων ὑποτέμνεται φθόνον, μεριστὰς αὐτοὺς καὶ κοινωνοὺς ποιήσας τῆς δόξης τῶν αὑτοῦ κατορθωμάτων. Οὐ γὰρ μέχρις ἡμῶν ἕστηκεν, ἀλλὰ καὶ εἰς ὑμᾶς διαβαίνει, καὶ πάλιν ἀφ' ὑμῶν εἰς ἡμᾶς. Ἐπειδὴ γὰρ ἐπῆρεν ἑαυτὸν, καὶ τῶν παρελθόντων παρέσχεν ἀπόδειξιν, καὶ τὰ μέλλοντα ἐνεγγυήσατο· ὥστε μὴ ἐπισκῆψαι τοὺς ἀκούοντας ὡς μεγαληγοροῦντι, μηδὲ εἰς βασκανίαν, ὅπερ ἔφην, ἐξενεχθῆναι, κοινοῖ τὸ καύχημα, καὶ αὐτῶν εἶναί φησι τὸν τῶν ἐγκωμίων στέφανον τοῦτον. Ἂν γὰρ τοιοῦτοι φανῶμεν, φησὶν, ὁ ἔπαινος ἡμῶν ὑμῶν ἡ δόξα· ὥσπερ οὖν καὶ ὑμῶν εὐδοκιμούντων ἡμεῖς ἀγαλλόμεθα καὶ σκιρτῶμεν καὶ στεφανούμεθα. Πάλιν κἀνταῦθα πολὺ τὸ τῆς ταπεινοφροσύνης αὐτοῦ δι' ὧν εἴρηκεν ἐπιδείκνυται. Οὐ γὰρ ὡς διδάσκαλος μαθηταῖς, ἀλλ' ὡς μαθητὴς μαθηταῖς ὁμοτίμοις διαλεγόμενος, οὕτως ἐξισάζει τὸν λόγον. Καὶ θέα πῶς αὐτοὺς ὑψηλοὺς ποιεῖ, καὶ φιλοσοφίας πληροῖ, παραπέμπων ἐκείνῃ τῇ ἡμέρᾳ. Μὴ γάρ μοι τὰ παρόντα εἴπητε, φησὶ, τουτέστι, τὰ ὀνείδη, τὰς λοιδορίας, τὰ σκώμματα τὰ παρὰ τῶν πολλῶν· οὐδὲν γὰρ μέγα τὰ ἐνταῦθα, οὔτε τὰ χρηστὰ οὔτε τὰ λυπηρὰ, οὐ τὰ σκώμματα, οὐ τὰ ἐγκώμια τὰ παρὰ τῶν ἀνθρώπων· ἀλλ' ἀναμνήσθητέ μοι τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς καὶ φρικώδους, ἐν ᾗ πάντα ἀνακεκαλυμμένα. Τότε γὰρ καὶ ἡμεῖς ἐν ὑμῖν καὶ ὑμεῖς ἐν ἡμῖν καλλωπισθήσεσθε, ὅταν καὶ ὑμεῖς φαίνησθε τοιούτους ἔχοντες διδασκάλους, μηδὲν ἀνθρώπινον διδάσκοντας, μηδὲ πονηρίᾳ συνεζηκότας, μηδὲ λαβήν τινα δεδωκότας, καὶ ἡμεῖς τοιούτους ἔχοντες μαθητὰς, μηδὲν ἀνθρώπινον πάσχοντας, μηδὲ σαλευομένους, ἀλλὰ μετὰ προθυμίας πάντα ὑποδεχομένους, καὶ μηδαμόθεν παραλογιζομένους. Καὶ νῦν μὲν γὰρ ταῦτα δῆλα τοῖς νοῦν ἔχουσι· τότε δὲ πᾶσιν. Ὥστε εἰ καὶ θλιβόμεθα νῦν, οὐ μικρὰν καὶ ταύτην ἔχομεν παραμυθίαν· νῦν μὲν τὴν ἀπὸ τοῦ συνειδότος, τότε δὲ καὶ τὴν ἀπὸ τῆς ἐκλάμψεως αὐτῆς. Νῦν μὲν γὰρ τὸ συνειδὸς ἡμῶν οἶδεν, ὅτι χάριτι Θεοῦ πάντα ποιοῦμεν, ὡς καὶ ὑμεῖς ἴστε καὶ εἴσεσθε· τότε δὲ καὶ πάντες μαθήσονται ἄνθρωποι καὶ τὰ ἡμέτερα καὶ τὰ ὑμῶν, καὶ ὄψονται δι' ἀλλήλων ἡμᾶς δοξαζομένους. Ἵνα γὰρ μὴ δόξῃ μόνος αὐτὸς εἶναι λαμπρὸς ἀπὸ τῆς καυχήσεως, καὶ αὐτοῖς δίδωσιν αἰτίαν τοῦ καυχήματος, καὶ ἀπάγει τῶν παρόντων λυπηρῶν. Καὶ ὅπερ ἐπὶ τῆς παρακλήσεως ἐποίησεν εἰπὼν, ὅτι ∆ι' ὑμᾶς παρακαλούμεθα, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, ∆ι' ὑμᾶς καυχώμεθα λέγων, ὥσπερ καὶ ὑμεῖς δι' ἡμᾶς, πανταχοῦ κοινωνοὺς αὐτοὺς ποιῶν ἁπάντων, τῆς παρακλήσεως, τῶν παθημάτων, τῆς σωτηρίας τῆς αὑτοῦ· καὶ γὰρ τὴν σωτηρίαν ταύτην ταῖς εὐχαῖς αὐτῶν λογίζεται· Συνυπουργούντων γὰρ ὑμῶν τῇ δεήσει, φησὶν, ἐῤῥύσατο ἡμᾶς ὁ Θεός. Οὕτω δὴ καὶ τὰ καυχήματα κοινὰ τίθησιν. Ὥσπερ γὰρ ἐκεῖ φησιν· Εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως· οὕτω καὶ ἐνταῦθα, Καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν. Καὶ ταύτῃ τῇ 61.408 πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν. Ποίᾳ πεποιθήσει; Τῷ σφόδρα θαῤῥεῖν ὑμῖν, τῷ καυχᾶσθαι ἐφ' ὑμῖν, τῷ καύχημα ὑμῶν εἶναι, τῷ σφόδρα ὑμᾶς ἀγαπᾷν, τῷ μηδὲν ἑαυτῷ συνειδέναι πονηρὸν, τῷ πεποιθέναι ὅτι πάντα πνευματικὰ παρ' ἡμῖν, καὶ ὑμᾶς τούτων μάρτυρας ἔχειν. Ἐβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ δι' ὑμῶν διελθεῖν εἰς Μακεδονίαν. Καὶ μὴν τοὐναντίον ἐπηγγείλατο ἐν τῇ προτέρᾳ, οὕτω λέγων· Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι. Πῶς οὖν ἐνταῦθα τἀναντία φησίν; Οὐ τὰ ἐναντία φησὶν, ἄπαγε· ταῦτα γὰρ ἐναντία μὲν ἔστιν οἷς ἔγραψεν, οὐκ ἐναντία δὲ οἷς ἐβούλετο. ∆ιὸ καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι Ἔγραψα δι' ὑμῶν ἀπελθεῖν εἰς Μακεδονίαν, ἀλλ', Ἐβουλόμην. Εἰ γὰρ καὶ οὐχ οὕτως ἔγραψα, φησὶν, ἀλλ' ὅμως ἐσπούδαζον καὶ ἐβουλόμην καὶ πρὸ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· τοσοῦτον ἀπέσχον τοῦ βουληθῆναι ὑστερῆσαι τῆς ὑποσχέσεως, ὅτι καὶ φθάσαι αὐτὴν ἠθέλησα. Ἵνα δευτέραν χάριν ἔχητε. Τί ἐστι, ∆ευτέραν; Ἵνα διπλῆν χάριν ἔχητε, καὶ