1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

111

ἀνθρώπων ποιῇς, κἂν ἡ οἰκουμένη 61.540 εἶδεν, οὐδεὶς εἶδεν, ἐπειδὴ σὺ οὕτως ἐποίησας. Οὐ γὰρ εἶπε, Μὴ ποιεῖτε, ἁπλῶς, ἔμπροσθεν τῶν ἀνθρώπων, ἀλλὰ προσέθηκε, Πρὸς τὸ θεαθῆναι αὐτοῖς. Τοῦτο τὸ θυσιαστήριον ἐξ αὐτῶν τῶν τοῦ Χριστοῦ σύγκειται μελῶν, καὶ τὸ σῶμα τοῦ ∆εσπότου θυσιαστήριόν σοι γίνεται. Αἰδέσθητι τοῦτο αὐτό· ἐν τῇ σαρκὶ θύεις τοῦ ∆εσπότου τὸ ἱερεῖον. Τοῦτο τὸ θυσιαστήριον καὶ τούτου τοῦ νῦν φρικωδέστερον, οὐχὶ τοῦ παλαιοῦ μόνον. Ἀλλὰ μὴ θορυβηθῆτε· τοῦτο μὲν γὰρ θαυμαστὸν διὰ τὴν ἐπιτιθεμένην ἐν αὐτῷ θυσίαν· ἐκεῖνο δὲ τὸ τοῦ ἐλεήμονος οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ ὅτι καὶ ἐξ αὐτῆς σύγκειται τῆς θυσίας τῆς τοῦτο ποιούσης. Θαυμαστὸν τοῦτο πάλιν, ὅτι λίθος μέν ἔστι τὴν φύσιν, ἅγιον δὲ γίνεται, ἐπειδὴ σῶμα δέχεται Χριστοῦ· ἐκεῖνο δὲ, ἐπειδὴ αὐτὸ σῶμά ἐστι Χριστοῦ. Ὥστε τοῦτο φρικωδέστερον ἐκείνου, ᾧ σὺ παρέστηκας ὁ λαϊκός. Ἆρά σοι μή τι ὁ Ἀαρὼν φαίνεται πρὸς ταῦτα; μηδὲ ὁ στέφανος, μηδὲ οἱ κώδωνες, μηδὲ τὰ Ἅγια τῶν ἁγίων; Τί γὰρ δεῖ πρὸς ἐκεῖνο λοιπὸν τὸ θυσιαστήριον ποιεῖσθαι τὴν σύγκρισιν, ὅπου γε καὶ πρὸς τοῦτο συγκρινόμενον, οὕτω λαμπρὸν ἐφάνη; Σὺ δὲ τὸ μὲν θυσιαστήριον τοῦτο τιμᾷς, ὅτι δέχεται τοῦ Χριστοῦ σῶμα· τὸν δὲ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ ὄντα καθυβρίζεις, καὶ περιορᾷς ἀπολλύμενον. Τοῦτο τὸ θυσιαστήριον πανταχοῦ δυνήσῃ κείμενον ἰδεῖν, καὶ ἐν στενωποῖς καὶ ἐν ἀγοραῖς, καὶ καθ' ἑκάστην ἐν αὐτῷ θύειν τὴν ὥραν· καὶ γὰρ καὶ ἐνταῦθα θυσία τελεῖται. Καὶ καθάπερ ὁ ἱερεὺς ἕστηκε τὸ Πνεῦμα καλῶν, οὕτω καὶ σὺ τὸ Πνεῦμα καλεῖς· ἀλλ' οὐ διὰ φωνῆς, ἀλλὰ δι' ἔργων. Οὐδὲν γὰρ οὕτω κατέχει καὶ ἀνάπτει τοῦ Πνεύματος τὸ πῦρ, ὡς τοῦτο τὸ ἔλαιον δαψιλὲς ἐκχεόμενον. Εἰ δὲ βούλει, καὶ τὰ καταβαλλόμενα ἰδεῖν τί γίνεται, δεῦρο, καὶ ταῦτά σοι δείξω. Τίς οὖν ὁ καπνός; τίς ἡ εὐωδία τοῦ θυσιαστηρίου τούτου; ∆όξα καὶ εὐχαριστία. Καὶ μέχρι ποῦ προβαίνει; ἆρα μέχρι τοῦ οὐρανοῦ; Οὐδαμῶς· ἀλλ' αὐτὸν ὑπερβαίνει τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ· Αἱ εὐχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἡ μὲν αἰσθητὴ εὐωδία οὐδὲ τὸ πολὺ διατέμνει τοῦ ἀέρος· αὕτη δὲ αὐτὰς ἀνοίγει τῶν οὐρανῶν τὰς ἁψῖδας. Καὶ σὺ μὲν σιγᾷς, τὸ δὲ ἔργον βοᾷ· καὶ γίνεται θυσία αἰνέσεως, οὐ δαμάλεως σφαττομένης, οὐδὲ δέρματος καιομένου, ἀλλὰ ψυχῆς πνευματικῆς τὰ παρ' αὐτῆς εἰσφερούσης. Φιλανθρωπίας γὰρ πάσης ἡ τοιαύτη θυσία εὐδοκιμωτέρα. Ὅταν οὖν ἴδῃς πένητα πιστὸν, θυσιαστήριον ὁρᾷν νόμιζε· ὅταν ἴδῃς πτωχὸν τοιοῦτον, μὴ μόνον μὴ ὑβρίσῃς, ἀλλὰ καὶ αἰδέσθητι· κἂν ἕτερον ἴδῃς ὑβρίσαντα, κώλυσον, ἄμυνον. Οὕτω γὰρ δυνήσῃ καὶ αὐτὸς τὸν Θεὸν ἵλεων ἔχειν, καὶ τῶν ἐπηγγελμένων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς. 61.541 ΟΜΙΛΙΑ ΚΑʹ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤ ῥῶ εἰς ὑμᾶς. ∆έομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περι πατοῦντας. αʹ. Ἀπαρτίσας τὸν περὶ ἐλεημοσύνης λόγον, ὡς ἔδει, καὶ δείξας ὅτι πλεῖον αὐτοὺς ἀγαπᾷ, ἢ ἀγαπᾶται, καὶ τὰ περὶ τῆς ὑπομονῆς αὐτοῦ καὶ τῶν πειρασμῶν διηγησάμενος, εὐκαίρως λοιπὸν τῶν ἐπιτιμητικωτέρων ἅπτεται λόγων, τοὺς ψευδαποστόλους αἰνιττόμενος, καὶ εἰς τὰ φορτικώτερα κατακλείων τὸν λόγον, καὶ ἑαυτὸν συνιστῶν. Τοῦτο γὰρ καὶ δι' ὅλης ἐργάζεται τῆς ἐπιστολῆς. Ὅθεν καὶ αἰσθανόμενος ἑαυτὸν πολλάκις διορθοῦται, αὐτὸ τοῦτο λέγων· Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; καὶ προϊών φησιν, Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήσεως· καὶ μετὰ ταῦτα, Ἄφρων γέγονα καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. Καὶ πολλαῖς τοιαύταις κέχρηται διορθώσεσι. Καὶ οὐκ ἄν τις ἁμάρτοι, τὴν ἐπιστολὴν ταύτην ἐγκώμιον Παύλου προσειπών· οὕτω καὶ τὰ τῆς χάριτος μετὰ δαψιλείας τίθησι, καὶ τὰ τῆς ὑπομονῆς τῆς αὐτοῦ. Ἐπειδὴ γὰρ ἦσάν τινες παρ' αὐτοῖς μέγα φρονοῦντες, καὶ