1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

15

Ἀντικείμενον δὲ αὐτὸν καλεῖ καὶ διάβολον, ἐπειδὴ καὶ Θεὸν πρὸς ἀνθρώπους διαβάλλει, καὶ ἡμᾶς πρὸς Θεὸν, καὶ πάλιν ἡμᾶς αὐτοὺς πρὸς ἀλλήλους· ποτὲ μὲν γὰρ τὸν Ἰὼβ πρὸς τὸν Θεὸν, λέγων· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Κύριον; καὶ πάλιν τὸν Θεὸν πρὸς τὸν Ἰώβ· Πῦρ κατῆλθεν ἐκ τοῦ οὐρανοῦ· καὶ πρὸς τὸν Ἀδὰμ πάλιν τὸν Θεὸν, ὅτε ἔλεγε διανοιχθήσεσθαι αὐτῶν τοὺς ὀφθαλμούς· καὶ πρὸς πολλοὺς τῶν νῦν ἀνθρώπων, λέγων· Οὐ προνοεῖ Θεὸς τῶν ὁρωμένων, ἀλλὰ δαίμοσιν ἀφῆκε τὰ καθ' ὑμᾶς· καὶ πρὸς πολλοὺς δὲ τῶν Ἰουδαίων τὸν Χριστὸν διέβαλε, πλάνον καὶ γόητα καλῶν. Πῶς δὲ ἐνεργεῖ, ἴσως βούλεταί τις ἀκοῦσαι. Ὅταν μὴ εὕρῃ νοῦν ἔνθεον, ὅταν μὴ σώφρονα ψυχὴν, ὅταν μὴ μνημονεύῃ τῶν ἐντολῶν τοῦ Θεοῦ, μηδὲ φυλάσσῃ τὰ δικαιώματα αὐτοῦ, τότε αἰχμάλωτον λαβὼν ἄπεισιν. Ὁ γοῦν Ἀδὰμ εἰ ἐμνημόνευε τῆς ἐντολῆς λεγούσης, Ἀπὸ παντὸς ξύλου φαγῇ, εἰ ἐφύλασσε τὸ δικαίωμα τὸ λέγον, Ἧ ἂν ἡμέρᾳ φάγητε, τότε θανάτῳ ἀποθανεῖσθε· οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἵνα καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τῆς τοῦ λουτροῦ παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. Τὰ μὲν γὰρ παρόντα αἰτοῦμεν, τὰ δὲ μέλλοντα· καὶ φιλοσοφοῦμεν ὑπὲρ τοῦ λουτροῦ, καὶ ἐν τῇ αἰτήσει παιδεύομεν αὐτοὺς εἰδέναι αὐτοῦ τὴν ἰσχύν. Ἐντεῦθεν γὰρ ἤδη ὁ λόγος 61.403 αὐτοὺς συνεθίζει εἰδέναι, ὅτι ἀναγέννησις τὸ πρᾶγμά ἐστι, καὶ πάλιν γεννώμεθα, ὥσπερ ἀπὸ τῆς μήτρας, οὕτως ἀπὸ τῶν ὑδάτων· ἵνα μὴ λέγωσι κατὰ τὸν Νικόδημον, Πῶς δύναταί τις γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ εἰσελθεῖν, καὶ γεννηθῆναι ἄνωθεν; Εἶτα, ἐπειδὴ ἄφεσιν εἶπεν ἁμαρτιῶν, διὰ τῶν ἑξῆς αὐτὴν πιστοῦται λέγων· Τοῦ ἐνδύματος τῆς ἀφθαρσίας. Ὁ γὰρ υἱότητα ἐνδυόμενος, δῆλον ὅτι ἄφθαρτος γίνεται. Τί δέ ἐστιν, Ἐν καιρῷ εὐθέτῳ; Ὅταν εὖ διακείμενος ᾖ, ὅταν μετὰ προθυμίας καὶ πίστεως προσίῃ· τοῦ γὰρ πιστοῦ καιρὸς εὔθετος οὗτός ἐστιν. Ἵνα εὐλογήσῃ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους, πάντα τὸν βίον αὐτῶν. Ἐνταῦθα δὲ καὶ σωματικόν τι αἰτεῖν κελεύονται, ὡς ἔτι ἀσθενέστεροι ὄντες. Τοὺς οἴκους αὐτῶν, καὶ τὰς οἰκετίας. Τουτέστιν, ἄν τε θεράποντας ἔχωσιν, ἄν τε συγγενεῖς, ἄν τε ἑτέρους τινὰς προσήκοντας. Ταῦτα γὰρ ἦν τῆς Παλαιᾶς τὰ ἔπαθλα· καὶ οὐδὲν οὕτω δεινὸν ἐδόκει εἶναι, ὡς χηρεία, ὡς ἀπαιδία, ὡς τὰ πένθη τὰ ἄωρα, ὡς τὸ ἐν λιμῷ εἶναι, ὡς τὸ μὴ ἐξ οὐρίας τὰ πράγματα αὐτοῖς φέρεσθαι. ∆ιὰ δὴ τοῦτο καὶ τούτους ἀφίησιν ἐμφιλοχωρεῖν ταῖς αἰτήσεσι ταῖς σωματικωτέραις, κατὰ μικρὸν αὐτοὺς ἀναβιβάζων. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ποιεῖ, τοῦτο καὶ ὁ Παῦλος, παλαιῶν μεμνημένος εὐλογιῶν· ὁ μὲν Χριστὸς, ὅταν λέγῃ· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι γῆν· ὁ δὲ Παῦλος, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Τὰ τέκνα αὐτῶν ἵνα αὐξήσας εὐλογήσῃ, καὶ εἰς μέτρον ἡλικίας ἀγαγὼν σοφίσῃ. ηʹ. Πάλιν ἐνταῦθα καὶ σωματικὸν καὶ πνευματικὸν, ἅτε νηπιωδέστερον διακειμένοις. Εἶτα τὸ ὕστερον καθόλου πνευματικόν· Ἵνα κατευθύνῃ αὐτοῖς πάντα τὰ προκείμενα πρὸς τὸ συμφέρον. Οὐ γὰρ ἁπλῶς τὰ προκείμενα, ἀλλὰ πρὸς τὸ συμφέρον. Πολλάκις γὰρ πρόκειται ἀποδημία, ἀλλ' οὐ συμφέρει· ἕτερόν τι τοιοῦτον, ἀλλ' οὐκ ἔστι λυσιτελοῦν. Ἀπὸ τούτων παιδεύονται ἐν πᾶσιν εὐχαριστεῖν τῷ Θεῷ, ὡς συμφερόντως γινομένοις. Καὶ μετὰ ταῦτα πάντα ἐγείρεσθαι κελεύει λοιπόν. Πρότερον γὰρ αὐτοὺς χαμαὶ ῥίψας, ὅτε ᾔτησαν ἅπερ ᾔτησαν καὶ παῤῥησίας ἐνεπλήσθησαν, ἀνίστησιν αὐτοὺς ὁ λόγος, καὶ κελεύει λοιπὸν καὶ αὐτοὺς ἔχεσθαι τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας. Τὰ μὲν γὰρ ἡμεῖς λέγομεν, τὰ δὲ αὐτοῖς ἐπιτρέπομεν, ἤδη τὰς θύρας αὐτοῖς ἀνοίγοντες τοῦ αἰτεῖν· καθάπερ τοὺς παῖδας πρότερον μὲν αὐτοὶ διδάσκομεν, ἔπειτα δὲ καὶ δι' ἑαυτῶν φθέγγεσθαι κελεύομεν λέγοντες· Τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε, οἱ κατηχούμενοι. Ἔστι γὰρ ἄγγελος κόλασιν ἔχων, ὡς ὅταν λέγῃ· Ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Ἔστιν ὀλοθρευτής. ∆ιὰ τοῦτο τὸν ἄγγελον τῆς εἰρήνης κελεύομεν αἰτεῖν, παιδεύοντες, ὃ πάντων ἐστὶ σύνδεσμος τῶν ἀγαθῶν, εἰρήνη, τοῦτο ζητεῖν, ὥστε πάσης ἀπηλλάχθαι μάχης, παντὸς πολέμου,