1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

140

Ἀλέξανδρον τρισκαιδέκατον ἐνόμισεν εἶναι θεὸν ἡ σύγκλητος Ῥωμαίων. Καὶ γὰρ αὕτη ταύτην 61.581 εἶχε τὴν ἀξίαν χειροτονεῖν καὶ ἐγκρίνειν θεούς. Ὅτε γοῦν τὰ κατὰ Χριστὸν ἀπηγγέλη πάντα, ἔπεμψεν ὁ τοῦ ἔθνους ἄρχων πυνθανόμενος, εἰ δοκεῖ αὐτοῖς καὶ αὐτὸν χειροτονῆσαι θεόν. Οἱ δὲ οὐκ ἐπένευσαν, ὀργιζόμενοι καὶ ἀγανακτοῦντες, ὅτι πρὸ τῆς αὐτῶν ψήφου καὶ γνώμης, ἡ δύναμις τοῦ σταυρωθέντος ἐκλάμψασα, εἰς τὸ οἰκεῖον ἐπεσπάσατο σέβας τὴν οἰκουμένην ἅπασαν. Τοῦτο δὲ ᾠκονομεῖτο καὶ ἀκόντων αὐτῶν, ὥστε μὴ ἐξ ἀνθρωπίνης ψήφου τὴν θεότητα ἀνακηρυχθῆναι τοῦ Χριστοῦ, μηδὲ ἕνα τῶν πολλῶν αὐτὸν εἶναι νομισθῆναι τῶν ὑπ' ἐκείνων χειροτονηθέντων. Καὶ γὰρ καὶ πύκτας θεοὺς ἐνόμισαν, καὶ τὰ παιδικὰ τὰ Ἀδριανοῦ· ὅθεν καὶ ἡ πόλις Ἀντίνοος λέγεται. Ἐπειδὴ γὰρ θάνατος καταμαρτυρεῖ τῆς θνητῆς φύσεως, ἐφεῦρεν ὁ διάβολος ἑτέραν ὁδὸν, τὴν τῆς ψυχῆς ἀθανασίαν, ᾗ τὴν ὑπερβάλλουσαν κολακείαν ἀναμίξας, εἰς ἀσέβειαν πολλοὺς ἐξήγαγε. Καὶ θέα κακουργίαν· ὅταν μὲν ἡμεῖς εἰς δέον αὐτὴν παράγωμεν, ἀνατρέπει τὸν λόγον· ὅταν δὲ εἰς βλάβην αὐτὸς κατασκευάζειν βούληται, μετὰ πολλῆς αὐτὴν ἵστησι τῆς σπουδῆς. Κἂν εἴπῃ τις, Πόθεν θεὸς Ἀλέξανδρος; οὐχὶ τέθνηκε, καὶ ἀθλίως; Ἀλλ' ἀθάνατος ἡ ψυχὴ, φησί. Νῦν ὑπὲρ ἀθανασίας ποιῇ τὸν λόγον, καὶ φιλοσοφεῖς, ἵνα ἀποστήσῃς τοῦ ἐπὶ πάντων Θεοῦ· ὅταν δὲ ἡμεῖς λέγωμεν τοῦτο μέγιστον τοῦ Θεοῦ τὸ δῶρον, τοὺς ταπεινοὺς καὶ χαμαιπετεῖς, καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακειμένους, ὡς ἠπατημένους πείθεις. Κἂν εἴπωμεν, ὅτι ὁ ἐσταυρωμένος ζῇ, γέλως εὐθέως, καίτοι τῆς οἰκουμένης βοώσης ἁπάσης, καὶ πάλαι καὶ νῦν· τότε μὲν ἀπὸ τῶν σημείων, νῦν δὲ ἀπὸ τῶν ἐπιστρεψάντων· οὐ γὰρ δὴ νεκροῦ ταῦτα τὰ κατορθώματα. Ἂν δὲ εἴπῃ τις, ὅτι Ἀλέξανδρος ζῇ, πιστεύεις, καίτοι γε οὐδὲν ἔχων σημεῖον εἰπεῖν. Ναὶ, φησί· πολλὰ γὰρ καὶ μεγάλα κατώρθωσε ζῶν· καὶ γὰρ καὶ ἔθνη καὶ πόλεις ὑπέταξε, καὶ πολέμους πολλοὺς καὶ μάχας ἐνίκησε, καὶ τρόπαια ἔστησεν. εʹ. Ἐὰν οὖν ἐγὼ δείξω, ὅπερ ἐκεῖνος ζῶν οὐκ ἐνενόησεν, οὐκ αὐτὸς, οὐκ ἄλλος τις τῶν ποτε γενομένων ἀνθρώπων, ποίαν ἑτέραν ζητεῖς ἀναστάσεως ἀπόδειξιν; Τὸ μὲν γὰρ ζῶντα κατορθοῦν πολέμους καὶ νίκας βασιλέα ὄντα, καὶ στρατόπεδα ἔχοντα, θαυμαστὸν οὐδὲν, οὐδὲ παράδοξον καὶ καινόν· τὸ δὲ μετὰ σταυρὸν καὶ τάφον τοσαῦτα ἐργάσασθαι πανταχοῦ γῆς καὶ θαλάττης, τοῦτό ἐστι τὸ μάλιστα πολλῆς ἐκπλήξεως γέμον, καὶ τὴν θείαν καὶ ἀπόῤῥητον ἀνακηρῦττον δύναμιν. Καὶ ὁ μὲν Ἀλέξανδρος μετὰ τὴν τελευτὴν αὐτοῦ, διασπασθεῖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τέλεον ἀφανισθεῖσαν οὐκ ἐπανήγαγε· πῶς δὲ ἔμελλεν ὁ νεκρός; ὁ δὲ Χριστὸς τότε αὐτὴν μάλιστα ἔστησεν, ὅτε ἐτελεύτησε. Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ, ὅπου γε καὶ τοῖς μαθηταῖς αὐτοῦ, μετὰ τὸ τελευτῆσαι, λάμψαι ἔδωκε; Ποῦ γὰρ, εἰπέ μοι, τὸ σῆμα Ἀλεξάνδρου; δεῖξόν μοι, καὶ εἰπὲ τὴν ἡμέραν καθ' ἣν ἐτελεύτησε. Τῶν δὲ δούλων τοῦ Χριστοῦ καὶ τὰ σήματα λαμπρὰ, 61.582 τὴν βασιλικωτάτην καταλαβόντα πόλιν, καὶ αἱ ἡμέραι καταφανεῖς, ἑορτὴν τῇ οἰκουμένῃ ποιοῦσαι. Καὶ τὸ μὲν ἐκείνου καὶ οἱ οἰκεῖοι ἀγνοοῦσι, τὸ δὲ τούτου καὶ οἱ βάρβαροι ἐπίστανται. Καὶ οἱ τάφοι τῶν δούλων τοῦ σταυρωθέντος λαμπρότεροι τῶν βασιλικῶν εἰσιν αὐλῶν, οὐ τῷ μεγέθει καὶ τῷ κάλλει τῶν οἰκοδομημάτων μόνον· καὶ τούτῳ μὲν γὰρ κρατοῦσιν· ἀλλ', ὃ πολλῷ πλέον ἐστὶ, τῇ σπουδῇ τῶν συνιόντων. Καὶ γὰρ αὐτὸς ὁ τὴν ἁλουργίδα περικείμενος ἀπέρχεται τὰ σήματα ἐκεῖνα περιπτυξόμενος, καὶ τὸν τῦφον ἀποθέμενος ἕστηκε δεόμενος τῶν ἁγίων, ὥστε αὐτοῦ προστῆναι παρὰ τῷ Θεῷ, καὶ τοῦ σκηνοποιοῦ καὶ τοῦ ἁλιέως προστατῶν καὶ τετελευτηκότων δεῖται ὁ τὸ διάδημα ἔχων. Τολμήσεις οὖν, εἰπέ μοι, τὸν τούτων ∆εσπότην νεκρὸν εἰπεῖν, οὗ οἱ οἰκέται καὶ τετελευτηκότες, προστάται τῶν τῆς οἰκουμένης βασιλέων εἰσί; Καὶ τοῦτο οὐκ ἐν τῇ Ῥώμῃ ἴδοι τις ἂν γινόμενον μόνον, ἀλλὰ καὶ ἐν τῇ Κωνσταντινουπόλει. Καὶ γὰρ καὶ ἐνταῦθα Κωνσταντῖνον τὸν μέγαν μεγάλῃ τιμῇ τιμᾷν ἐνόμισεν ὁ παῖς, εἰ τοῖς προθύροις κατάθοιτο τοῦ ἁλιέως· καὶ ὅπερ εἰσὶν οἱ πυλωροὶ τοῖς βασιλεῦσιν ἐν τοῖς βασιλείοις,