1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

149

ἐκάθισεν αὐτῷ δικαστὰς τοὺς μετ' ἐξουσίας κατὰ διάνοιαν τότε τὰς ψήφους φέροντας. ∆ιὰ τοῦτο ἔτρεμεν ὁ τύραννος, τῆς ἀρετῆς τὴν λαμπηδόνα οὐ φέρων. Εἶδες ἡλίκον φιλοσοφία; δεσμώτην τυράννου λαμπρότερον ἐποίησε, καὶ τοῦτον ἐκεῖνος δέδοικε καὶ τρέμει. Ἀλλ' αὐτὸς μὲν ἔδησε μόνον· ἡ δὲ μιαρὰ ἐκείνη καὶ ἐπὶ τὴν σφαγὴν ὥρμησε. Καίτοι γε ἐπὶ τοῦτον τὸ ἔγκλημα μᾶλλον ἐφέρετο. Οὐδὲ γὰρ ἐκείνῃ τότε ἀπαντήσας εἶπε, Τί συνοικεῖς τῷ τυράννῳ; οὐκ ἐπειδὴ ἀνεύθυνος ἦν· πῶς γάρ; ἀλλ' ἐντεῦθεν τὸ πᾶν διορθῶσαι ἐβούλετο. ∆ιὸ τοῦτον ἐμέμψατο· καὶ οὐδὲ τοῦτον σφοδρῶς. Οὐδὲ γὰρ εἶπεν, Ὦ μιαρὲ καὶ παμμίαρε, καὶ παράνομε, καὶ βέβηλε, κατεπάτησας τοῦ Θεοῦ τὸν νόμον, κατεφρόνησας τῶν ἐπιταχθέντων, τὴν ἰσχὺν τὴν σὴν νόμον ἐποίησας. Οὐδὲν τούτων, ἀλλὰ καὶ ἐν τοῖς ἐλέγχοις πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς, πολλὴ ἡ πραότης· Οὐκ ἔξεστί σοι γὰρ ἔχειν, φησὶ, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. ∆ιδάσκοντος μᾶλλον τὸ ῥῆμα ἢ ἐλέγχοντος, παιδεύοντος ἢ κολάζοντος, ῥυθμίζοντος ἢ ἐκπομπεύοντος, δι 61.594 ορθοῦντος ἢ ἐπεμβαίνοντος. Ἀλλ', ὅπερ ἔφην, ἐχθρὸν τῷ κλέπτῃ τὸ φῶς, ἐπαχθὴς ὁ δίκαιος τοῖς ἁμαρτάνουσι καὶ φαινόμενος ἁπλῶς· Βαρὺς γὰρ ἡμῖν καὶ βλεπόμενος. Οὐ γὰρ φέρουσιν αὐτοῦ τὰς ἀκτῖνας, καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, τὰς ἡλιακάς. Πολλοῖς δὲ τῶν πονηρῶν οὐ φαινόμενος μόνον, ἀλλὰ καὶ ἀκουόμενος, βαρύς. ∆ιά τοι τοῦτο καὶ ἡ μιαρὰ καὶ παμμίαρος ἐκείνη, ἡ προαγωγὸς τοῦ θυγατρίου, μᾶλλον δὲ ἡ παιδοκτόνος, καίτοι οὐδὲ ἰδοῦσα αὐτὸν, οὐδὲ ἀκούσασα αὐτοῦ τῆς φωνῆς, ἐπὶ τὴν σφαγὴν ὥρμησε· καὶ παρασκευάζει ἣν ἀσελγῶς ἔθρεψε, ταύτην καὶ εἰς φόνον ἐλθεῖν· οὕτως ἐκ περιουσίας αὐτὸν ἐδεδοίκει. Καὶ τί φησι; ∆ός μοι ἐπὶ πίνακι ὧδε τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Ποῖ φέρῃ κατὰ κρημνῶν, ἀθλία καὶ ταλαίπωρε; μὴ γὰρ πάρεστιν ὁ κατήγορος; μὴ γὰρ ὁρᾶται καὶ ἐνοχλεῖ; Ἕτεροι ἔλεγον, Βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος· ταύτῃ δὲ, ὅπερ εἶπον, καὶ ἀκουόμενος· διό φησι, ∆ός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Καὶ μὴν δεσμωτήριον οἰκεῖ διὰ σὲ, καὶ ἁλύσει περίκειται, καὶ ἔξεστί σοι νεανιεύεσθαι ἐπὶ τῷ ἔρωτι, καὶ λέγειν οὕτως· Ἐκράτησα τοῦ βασιλέως, ὅτι οὐδὲ δημοσίᾳ ἐγκληθεὶς καθυφῆκεν, οὐδὲ ἀπέστη τοῦ ἔρωτος, οὐδὲ διέσπασέ μου τὴν μοιχείαν, ἀλλὰ καὶ τὸν ἐγκαλέσαντα ἔδησε. Τί μαίνῃ καὶ λυσσᾷς, ἔχουσα καὶ μετὰ τὸν ἔλεγχον τῆς ἁμαρτίας τὸν νυμφίον; τί τράπεζαν ἐριννύων ἐπιζητεῖς, καὶ δαιμόνων ἀλαστόρων συμπόσιον κατασκευάζεις; Εἶδες πῶς οὐδαμινὸν, πῶς δειλὸν, πῶς ἄνανδρον ἡ κακία, πῶς ὅτε μάλιστα κρατήσει, τότε γίνεται ἀσθενεστέρα; Καὶ γὰρ αὕτη οὐχ οὕτως ἐθορυβεῖτο πρὶν εἰς δεσμωτήριον ἐμβαλεῖν τὸν Ἰωάννην, ὡς ταράττεται δεθέντος αὐτοῦ, καὶ ἐπείγει λέγουσα, ∆ός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Καὶ διὰ τί ὧδε; ∆έδοικα μὴ συσκιασθῇ, φησὶν, ὁ φόνος, μὴ ἐξέλωσιν αὐτόν τινες τοῦ κινδύνου. Καὶ διὰ τί μὴ ὅλον τὸν νεκρὸν ἐπιζητεῖς, ἀλλὰ τὴν κεφαλήν; Τὴν λυπήσασαν, φησὶ, γλῶτταν, ταύτην ἐπιθυμῶ σιγῶσαν ἰδεῖν. Ἀλλὰ τοὐναντίον ἐστὶν, ὅπερ οὖν καὶ γέγονεν, ἀθλία καὶ ταλαίπωρε, λαμπρότερον βοήσεται, μετὰ ταῦτα ἀποτμηθεῖσα. Τότε μὲν γὰρ ἐν Ἰουδαίᾳ μόνον ἐβόα, νῦν δὲ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἀφίξεται· καὶ ὅπουπερ ἂν εἰσέλθῃς εἰς Ἐκκλησίαν, κἂν ἐν τῇ Μαύρων, κἂν ἐν τῇ Περσῶν, κἂν πρὸς αὐτὰς τὰς Βρετανικὰς νήσους, ἀκούεις βοῶντος Ἰωάννου, Οὐκ ἔξεστι σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Ἀλλ' οὐδὲν εἰδυῖα αὕτη φιλοσοφεῖν κατεπείγει καὶ ἄγχει καὶ ὠθεῖ τὸν ἀνόητον τύραννον ἐπὶ τὸν φόνον, δεδοικυῖα μή ποτε μεταβάληται. Σὺ δὲ μάθε πάλιν κἀντεῦθεν τῆς ἀρετῆς τὴν ἰσχύν. Οὐδὲ ἐγκεκλεισμένον, οὐδὲ δεδεμένον καὶ σιγῶντα φέρει τὸν δίκαιον. Εἶδες πῶς ἀσθενὲς ἡ κακία, πῶς ἀκάθαρτον; Ἀντὶ γὰρ ἐδεσμάτων ἀνθρωπίνην κεφαλὴν ἐπὶ πίνακι εἰσάγει. Τί μιαρώτερον, τί δὲ ἐναγέστερον, τί δὲ ἀναιδέστερον τῆς κόρης ἐκείνης; οἵαν ἀφῆκε φωνὴν ἐν 61.595 τῷ θεάτρῳ τοῦ διαβόλου, καὶ τῷ συμποσίῳ τῶν δαιμόνων; Εἶδες γλῶτταν καὶ γλῶτταν, τὴν μὲν φάρμακα φέρουσαν σωτήρια, τὴν δὲ δηλητήριον ἔχουσαν, καὶ τραπεζοποιὸν