1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

82

καὶ κινδύνους φεύγειν· ἀλλ' οὐχ ἡμεῖς οὕτω. Καὶ ὅρα κἀνταῦθα σύνεσιν ἄφατον. Οὐ γὰρ τὰ γεγενημένα ὑπὲρ αὐτῶν εἶπεν, ἵνα μὴ δόξῃ πάλιν ὀνειδίζειν, ἀλλ' ὑπὲρ τῶν μελλόντων ἐπαγγέλλεται. Ἂν γὰρ συμβῇ, φησὶν, ἐπενεχθῆναι κίνδυνον, πάντα ἕτοιμος ὑπὲρ ὑμῶν παθεῖν, καὶ οὔτε θάνατος, οὔτε ζωή μοί τι καθ' ἑαυτὸ φαίνεται· ἀλλ' ἔνθα ἂν ἦτε ὑμεῖς, τοῦτο ἐμοὶ προτιμότερον, καὶ θάνατος ζωῆς, καὶ ζωὴ θανάτου. Ἀλλὰ τὸ μὲν ἀποθανεῖν δῆλον ὅτι φιλίας, τὸ δὲ ζῇν τίς οὐκ ἂν ἕλοιτο καὶ τῶν μὴ φίλων; Τίνος οὖν ἕνεκεν ὡς μέγα αὐτὸ τίθησι; Ὅτι καὶ σφόδρα μέγα ἐστί. Πολλοὶ μὲν γὰρ κακῶς πράττουσι συναλγοῦσι τοῖς φίλοις, εὐδοκιμοῦσι δὲ οὐκέτι συνήδονται, ἀλλὰ καὶ φθονοῦσιν· ἀλλ' οὐχ ἡμεῖς, ἀλλ' ἄν τε ἐν συμφοραῖς ἦτε, οὐ φοβούμεθα κοινωνῆσαι τῆς δυσημερίας ὑμῖν· ἄν τε καλῶς πράττητε, οὐ βαλλόμεθα τῷ φθόνῳ. Εἶτα ἐπειδὴ συνεχῶς ταῦτα ἔστρεφε λέγων, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, καὶ, Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν, καὶ, Χωρήσατε ἡμᾶς, καὶ, Πλατύνθητε καὶ ὑμεῖς, καὶ, Οὐδένα ἠδικήσαμεν, καὶ ἐδόκει πάντα ταῦτα αὐτῶν εἶναι κατάγνωσις· ὅρα πῶς καὶ ἑτέρως τὸ βαρὺ τοῦτο παραμυθεῖται λέγων, Πολλή μοι παῤῥησία πρὸς ὑμᾶς. ∆ιὰ τοῦτο τοιαῦτα τολμῶ, φησὶν, οὐ πρὸς κατάκρισιν λέγων, ἀλλὰ διὰ τὴν πολλὴν παῤῥησίαν· ὃ καὶ ἀνωτέρω δηλῶν ἔλεγε, Πολλή μοι καύχησις ὑπὲρ ὑμῶν. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ὅτι ἐπειδὴ ταῦτα λέγω, ὡς κατεγνωκὼς ὑμῶν καθάπαξ λέγω· σφόδρα γὰρ ἐφ' ὑμῖν καλλωπίζομαι καὶ καυχῶμαι· ἀλλὰ καὶ κηδόμενος, καὶ βουλόμενος ἐπιδοῦναι μειζόνως ὑμᾶς πρὸς ἀρετήν· ὃ καὶ τοῖς Ἑβραίοις μετὰ πολλὴν ἐπιτίμησιν ἔλεγε· Πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν, εἰς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους. Οὕτω δὴ καὶ ἐνταῦθα, Πολλή μοι καύχησις ὑπὲρ ὑμῶν. Πρὸς ἑτέρους καυχώμεθα, φησὶν, ὑπὲρ ὑμῶν. Εἶδες πῶς παρεμυθήσατο γνησίως; Καὶ οὐχ ἁπλῶς καυχῶμαι, φησὶν, ἀλλὰ καὶ σφόδρα. Ἐπήγαγε γοῦν λέγων, ὅτι Πεπλήρωμαι τῇ παρακλήσει. Ποίᾳ παρακλήσει; Τῇ παρ' ὑμῶν, ὅτι διορθωθέντες, διὰ τῶν ἔργων παρεκαλέσατέ με. Τοῦτο φιλοῦντός ἐστι, καὶ ἐγκαλεῖν ὑπὲρ τοῦ μὴ φιλεῖσθαι καὶ δεδοικέναι μὴ, πέρα τοῦ μέτρου ἐγκαλέσας, λυπήσῃ. ∆ιὰ τοῦτό φησι, 61.499 Πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ. βʹ. Ἀλλὰ ταῦτα δοκεῖ, φησὶν, ἐναντία εἶναι τοῖς πρώτοις. Ἀλλ' οὐκ ἔστιν, ἀλλὰ καὶ σφόδρα συμβαίνοντα. Ταῦτα γὰρ ἐκεῖνα εὐπαράδεκτα ποιεῖ, καὶ ὁ διὰ τούτων ἔπαινος τὴν ἀπὸ τῶν ἐλέγχων ἐκείνων ὠφέλειαν γνησιωτέραν ἐργάζεται, ὑποκλέπτων αὐτῶν τὸ ὀδυνηρόν. ∆ιὸ καὶ σφόδρα γνησίως κέχρηται τοῖς ῥήμασι τούτοις, καὶ φιλοτίμως. Οὐδὲ γὰρ εἶπε, Πεπλήρωμαι τῇ χαρᾷ, ἀλλὰ, Περισσεύομαι· μᾶλλον δὲ, οὐδὲ περισσεύομαι, ἀλλὰ, Ὑπερπερισσεύομαι, κἀντεῦθεν πάλιν δεικνὺς τὸν πόθον, ὅτι κἂν οὕτω φιλῆται, ὡς χαίρειν καὶ ἀγάλλεσθαι, οὐδέπω ἡγεῖται φιλεῖσθαι, ὡς φιλεῖσθαι χρὴ, οὐδὲ τὸ πᾶν εἰληφέναι· οὕτως ἀκόρεστος τῷ σφόδρα φιλεῖν αὐτοὺς ἦν. Τὸ γὰρ παρὰ τῶν ἐρωμένων ὁπωσοῦν φιλεῖσθαι, πολλὴν φέρει τὴν χαρὰν διὰ τὸ σφόδρα αὐτοὺς φιλεῖν. Ὥστε τοῦτο πάλιν τῆς αὐτοῦ ἀγάπης σημεῖον ἦν. Καὶ ἐπὶ μὲν τῆς παρακλήσεώς φησι, Πεπλήρωμαι· ἀπέλαβον ὅπερ ὠφείλετό μοι· ἐπὶ δὲ τῆς χαρᾶς, Ὑπερπερισσεύομαι· τουτέστιν, Ἠθύμησα πρὸς ὑμᾶς, ἀλλ' ἀπελογήσασθε ἀρκούντως, καὶ παρεμυθήσασθε· οὐδὲ γὰρ μόνον ἀνείλετέ μοι τὴν ὑπόθεσιν τῆς λύπης, ἀλλὰ καὶ χαρὰν ἐποιήσατε πλείονα. Εἶτα δηλῶν αὐτῆς τὸ μέγεθος, οὐ τούτῳ μόνον δείκνυσιν αὐτὸ, τῷ εἰπεῖν, ὅτι Ὑπερπερισσεύομαι τῇ χαρᾷ, ἀλλὰ καὶ τῷ ἐπαγαγεῖν, Ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Τοσαύτη γὰρ ἦν ἡ δι' ὑμᾶς ἡμῖν ἡδονὴ γενομένη, ὡς μηδὲ τοσαύτῃ ἀμαυρωθῆναι θλίψει, ἀλλὰ τῇ περιουσίᾳ τοῦ οἰκείου μεγέθους περιγενέσθαι τῶν καταλαβόντων ἡμᾶς λυπηρῶν, καὶ μὴ ἀφεῖναι αἴσθησιν ἡμᾶς αὐτῶν λαβεῖν. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπε, Τῇ θλίψει, λέγει καὶ ποταπῇ θλίψει, καὶ ἐπαίρει ταύτην τῷ λόγῳ, ἵνα δείξῃ μεγάλην οὖσαν τὴν ἐκ τούτων παραμυθίαν