1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

43

τοῖς ἀγωνιζομένοις, καθάπερ ἐπὶ τοῦ βαπτίσματος, ἀλλὰ στῆλαι καὶ γραφαὶ θάνατον φέρουσαι τοῖς τὰ γράμματα παραβαίνουσιν. Εἶδες πῶς διορθούμενος τὴν 61.443 Ἰουδαϊκὴν φιλονεικίαν, καὶ διὰ τῶν ὀνομάτων αὐτῶν καθαιρεῖ τὸ ἀξίωμα λίθον εἰπὼν, καὶ γράμματα, καὶ διακονίαν θανάτου, καὶ προσθεὶς ὅτι ἐντετυπωμένη; Ἐντεῦθεν γὰρ οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι ἐν ἑνὶ χωρίῳ ὁ νόμος ἵδρυτο, οὐ καθάπερ τὸ πνεῦμα πανταχοῦ παρῆν πολλὴν ἐμπνέον τὴν ἰσχὺν ἅπασιν· ἢ ὅτι πολλὴν ἐμπνεῖ τὴν ἀπειλὴν τὰ γράμματα, καὶ ἀπειλὴν οὐδὲ ἀφανισθῆναι δυναμένην, ἀλλὰ διαπαντὸς μένουσαν, ἅτε λίθοις ἐγκεκολαμμένην. Εἶτα καὶ δοκῶν ἐγκωμιάζειν τὰ παλαιὰ, κατηγορίαν πάλιν ἀναμίγνυσιν Ἰουδαίων. Εἰπὼν γὰρ, Ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ἐπήγαγεν, Ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως· ὃ πολλῆς ἦν αὐτῶν ἀσθενείας καὶ χαμαιζηλίας. Καὶ πάλιν, οὐ, ∆ιὰ τὴν δόξαν τῶν πλακῶν· ἀλλὰ, ∆ιὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, φησί. ∆είκνυσι γὰρ τὸν φέροντα δοξαζόμενον, οὐκ ἐκείνας. Οὐ γὰρ εἶπε, ∆ιὰ τὸ μὴ δύνασθαι ἀτενίσαι εἰς τὰς πλάκας, ἀλλ', Εἰς τὸ πρόσωπον Μωϋσέως· καὶ πάλιν, οὐ, ∆ιὰ τὴν δόξαν τῶν πλακῶν, ἀλλὰ, ∆ιὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ. Εἶτα ἐπειδὴ ἐπῆρεν αὐτὴν, ὅρα πῶς πάλιν καθαιρεῖ λέγων, Τὴν καταργουμένην. Οὐ μὴν τοῦτο κατηγορίας ἐστὶν, ἀλλὰ ἐλαττώσεως· οὐδὲ γὰρ εἶπε, Τὴν διεφθαρμένην, τὴν πονηρὰν, ἀλλὰ, Τὴν παυομένην, καὶ τέλος λαμβάνουσαν. Πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Τεθαῤῥηκὼς γὰρ λοιπὸν τὰ τῆς Καινῆς αἴρει, ὡς ἀναμφισβήτητα. Καὶ σκόπει τί ποιεῖ· ἀντέστησε λίθον καρδίᾳ, καὶ γράμμα πνεύματι. Εἶτα δείξας τὰ ἐξ ἀμφοτέρων, οὐκέτι τίθησι τὰ ἐξ ἀμφοτέρων· ἀλλὰ τὸ ἀπὸ τοῦ γράμματος θεὶς, τὸν θάνατον καὶ τὴν κατάκρισιν, τὸ ἀπὸ τοῦ πνεύματος οὐκέτι τίθησι, τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἀλλ' αὐτὸ τὸ πνεῦμα· ὅπερ μείζονα ἐποίει τὸν λόγον. Ἡ γὰρ καινὴ ∆ιαθήκη οὐ ζωὴν ἐδίδου μόνον, ἀλλὰ καὶ πνεῦμα ἐχορήγει τὸ τὴν ζωὴν παρέχον· ὃ πολλῷ μεῖζον τῆς ζωῆς ἦν· διόπερ εἶπεν, Ἡ διακονία τοῦ πνεύματος. Εἶτα πάλιν τὸ αὐτὸ περιστρέφει, λέγων, Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως, δόξα. βʹ. Καὶ ἑρμηνεύει σαφέστερον τί ἐστι, Τὸ γρᾶμμα ἀποκτείνει, τοῦτο λέγων ὅπερ ἔμπροσθεν εἰρήκαμεν, ὅτι δεικτικὸς ἁμαρτίας ἦν ὁ νόμος, οὐ ποιητικός. Πολλῷ μᾶλλον ἡ διακονία τῆς δικαιοσύνης περισσεύει ἐν δόξῃ. Ἐκεῖναι μὲν γὰρ αἱ πλάκες τοὺς ἁμαρτωλοὺς ἐδείκνυον καὶ ἐκόλαζον· αὕτη δὲ τοὺς ἁμαρτωλοὺς οὐ μόνον οὐκ ἐκόλαζεν, ἀλλὰ καὶ δικαίους ἐποίει· τοῦτο γὰρ τὸ βάπτισμα ἐχαρίζετο. Καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ἐν μὲν οὖν τοῖς προτέροις ἔδειξεν, ὅτι καὶ τοῦτο ἐν δόξῃ, καὶ οὐχ ἁπλῶς ἐν δόξῃ, ἀλλὰ καὶ περισσεύει· οὐ γὰρ εἶπε, Πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ, ἀλλὰ, Περισσεύει ἐν δόξῃ, τὴν ἀπὸ τῶν λογισμῶν τῶν εἰρημένων ἔχων ἀπόδειξιν. Ἐνταῦθα καὶ τὴν ὑπεροχὴν, ὅση, δείκνυσι λέγων, ὅτι Ἐὰν συγκρίνω ταύτην ἐκείνῃ, οὐδὲ δόξα ἐστὶν ἡ δόξα τῆς Παλαιᾶς· οὐχ ἁπλῶς τὸ μὴ εἶναι δόξαν κατασκευάζων, ἀλλὰ τῷ τῆς συγκρίσεως λόγῳ· 61.444 διὸ καὶ ἐπήγαγε, Τούτῳ τῷ μέρει· τουτέστι, κατὰ 61.444 τὸν τῆς συγκρίσεως λόγον. Οὐ μὴν τοῦτο διαβάλλει τὴν Παλαιὰν, ἀλλὰ καὶ σφόδρα αὐτὴν συνίστησιν· αἱ γὰρ συγκρίσεις ἐπὶ τῶν συγγενῶν εἰώθασι γίνεσθαι. Εἶτα καὶ ἄλλον κινεῖ λογισμὸν τὸν ἀποδεικνύντα τὴν ὑπεροχὴν καὶ ἑτέρωθεν. Ποῖον δὴ τοῦτον; Τὸν ἀπὸ τοῦ χρόνου, λέγων· Εἰ δὲ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ. Τὸ μὲν γὰρ ἐπαύσατο, τὸ δὲ μένει διηνεκῶς. Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα. Ἐπειδὴ γὰρ τοσαῦτα καὶ τηλικαῦτα ἀκούσας ὁ ἀκροατὴς περὶ τῆς Καινῆς, ἐζήτει καὶ ὀφθαλμοφανῶς τὴν δόξαν ταύτην ἰδεῖν, ὅρα ποῦ αὐτὸν ἐξακοντίζει πρὸς τὸν μέλλοντα αἰῶνα. ∆ιὸ καὶ τὴν ἐλπίδα εἰς μέσον ἔθηκε λέγων, Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. Τοιαύτην; ποταπήν; Ὅτι μειζόνων ἠξιώθημεν ἢ Μωϋσῆς, οὐχ οἱ ἀπόστολοι μόνον ἡμεῖς, ἀλλὰ καὶ πάντες οἱ