1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

123

κατήπειγε, καὶ ἐλάχιστόν φησι τῶν ἀποστόλων εἶναι, καὶ οὐδὲ τῆς προσηγορίας ἄξιον· ἐνταῦθα δὲ πάλιν, ὅτε καιρὸς ἐκάλει, φησὶ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων. Ἤδει γὰρ τοῦτο μάλιστα ὠφελῆσον τοὺς μαθητάς· διὸ καὶ ἐπάγει λέγων, Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς. Καὶ γὰρ ἐνταῦθα πάλιν διαβάλλει τοὺς ψευδαποστόλους, ὡς ἐν πανουργίᾳ περιπατοῦντας. Ταῦτα δὲ καὶ ἔμπροσθεν περὶ ἑαυτοῦ ἔλεγεν, ὅτι οὐ κατὰ πρόσωπον ἔζη, οὐδὲ δολῶν καὶ καπηλεύων τὸν λόγον ἐκήρυττεν. Ἐκεῖνοι δὲ ἕτεροι μὲν ἦσαν, ἕτεροι δὲ ἐφαίνοντο, ἀλλ' οὐκ αὐτός. ∆ιὸ καὶ πανταχοῦ μέγα φρονεῖ ἐπὶ τῷ μηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν, μηδὲ ἀποκρύπτεσθαι τὰ καθ' ἑαυτόν. Ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι Τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων· καὶ νῦν δέ φησιν, Ἐν παντὶ φανερωθέντες εἰς ὑμᾶς. Τί δὲ τοῦτό ἐστιν; Ἰδιῶται, φησὶν, ἐσμὲν, καὶ οὐκ ἀποκρυπτόμεθα· λαμβάνομεν παρά τινων, καὶ οὐ σιγῶμεν. Παρ' ὑμῶν οὖν λαμβάνομεν, καὶ οὐχὶ προσποιούμεθα μὴ λαμβάνειν, καθάπερ οὗτοι λαμβάνοντες· ἀλλὰ πάντα ποιοῦμεν φανερὰ ὑμῖν. Καὶ σφόδρα θαῤῥοῦντος ἐκείνοις ἦν, καὶ μετὰ ἀληθείας ἅπαντα καταγγέλλοντος. ∆ιὸ καὶ μάρτυρας αὐτοὺς καλεῖ, καὶ νῦν εἰπὼν, Ἐν πᾶσιν εἰς ὑμᾶς, καὶ ἔμπροσθεν λέγων, Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε, ἢ καὶ ἐπιγινώσκετε. Εἶτα ἐπειδὴ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπελογήσατο, βαρέως τὸ ἑξῆς ἐπάγει λέγων, Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν, ἵνα ὑμεῖς ὑψωθῆτε; Καὶ ἑρμηνεύων αὐτὸ, φησὶν, Ἄλλας Ἐκκλησίαςἐσύλησα, λαβὼν ὀψώνιον, πρὸς τὴν ὑμετέραν διακονίαν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν στενοχωρίᾳ διήγαγον· τοῦτο γάρ ἐστι τὸ, Ταπεινῶν ἐμαυτόν. Τοῦτο οὖν μοι ἔχετε ἐγκαλεῖν; καὶ διὰ τοῦτο κατεπαίρεσθέ μου, ἐπειδὴ ἐταπείνωσα ἐμαυτὸν προσαιτῶν, στενοχωρούμενος, λιμώττων, ἵνα ὑμεῖς ὑψωθῆτε; Καὶ πῶς ὑψοῦντο οὗτοι, τούτου ὄντος ἐν στενοχωρίᾳ; Μᾶλλον ᾠκοδομοῦντο, καὶ οὐκ ἐσκανδαλίζοντο· ὃ καὶ μεγίστη αὐτῶν ἂν εἴη κατηγορία, καὶ τῆς ἀσθενείας αὐτῶν ἔγκλημα, ὅτι οὐκ ἦν αὐτοὺς ἄλλως ἐνάγειν, ἢ πρότερον ταπεινωθέντα. Ἐγκαλεῖτέ μοι οὖν ὅτι ταπεινὸς γέγονα; Ἀλλὰ διὰ τοῦτο ὑμεῖς ὑψώθητε. Ἐπειδὴ γὰρ καὶ ἀνωτέρω ἔλεγεν, ὅτι διέβαλλον αὐτὸν, ὅτι παρὼν μὲν ταπεινὸς, ἀπὼν δὲ θαῤῥεῖ, ἀπολογούμενος πλήττει πάλιν αὐτοὺς ἐνταῦθα λέγων, ὅτι Καὶ τοῦτο δι' ὑμᾶς. Ἄλλας Ἐκκλη 61.558 σίας ἐσύλησα. Ἐνταῦθα λοιπὸν ὀνειδιστικῶς· ἀλλὰ τὰ πρότερα οὐκ ἀφίησιν ἐπαχθῆ ταῦτα φανῆναι. Εἶπε γὰρ, Ἀνέχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πρὸ τῶν ἄλλων αὐτοῦ κατορθωμάτων ἐν τούτῳ πρώτῳ καυχᾶται. Τοῦτο γὰρ μάλιστα ζητοῦσιν οἱ βιωτικοὶ, καὶ ἐν τούτῳ κἀκεῖνοι, οἳ δι' ἐναντίας μέγα ἐφρόνουν. ∆ιὰ τοῦτο οὐ πρότερον εἰς τὸν τῶν κινδύνων ἐμβάλλει λόγον, οὐδὲ εἰς τὸν τῶν σημείων, ἀλλ' εἰς τὸν τῆς τῶν χρημάτων ὑπεροψίας, ἐπειδὴ ἐν τούτῳ ἐφρόνουν· ὁμοῦ δὲ αὐτοὺς καὶ αἰνίττεται πλουτοῦντας. δʹ. Τὸ δὲ θαυμαστὸν αὐτοῦ τοῦτό ἐστιν, ὅτι ἔχων εἰπεῖν ὅτι καὶ ἀπὸ τῶν χειρῶν ἐτρέφετο, οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ μάλιστα αὐτοὺς ἐνέτρεπε, καὶ οὐδὲ αὐτοῦ ἐγκώμιον ἦν, τοῦτο λέγει, ὅτι Παρὰ ἄλλων ἔλαβον. Καὶ οὐκ εἶπεν, Ἔλαβον, ἀλλὰ, Ἐσύλησα· τουτέστιν, ἐγύμνωσα, καὶ πένητας αὐτοὺς ἐποίησα. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ εἰς περιουσίαν, ἀλλὰ εἰς τὴν τῶν ἀναγκαίων χρείαν· ὅταν γὰρ εἴπῃ, ὀψώνια, τὴν ἀναγκαίαν λέγει τροφήν. Καὶ τὸ χαλεπώτερον, Εἰς τὴν ὑμῶν διακονίαν. Ὑμῖν κηρύττομεν, καὶ παρ' ὑμῶν ὀφείλων τρέφεσθαι, παρ' ἑτέρων τούτων ἀπήλαυον. ∆ιπλοῦν τὸ ἔγκλημα, μᾶλλον δὲ τριπλοῦν· ὅτι καὶ παρ' αὐτοῖς ὢν, καὶ αὐτοῖς διακονούμενος, καὶ τὴν ἀναγκαίαν ζητῶν τροφὴν, ἑτέρους εἶχε τοὺς χορηγοῦντας. Καὶ πολλὴ τούτων ὑπερβολὴ πρὸς ἐκείνους. Οἱ μὲν γὰρ ἐν ῥᾳθυμίᾳ, οἱ δὲ ἐν σπουδῇ· οἱ μὲν καὶ μακρὰν ὄντι ἔπεμπον, οἱ δὲ οὐδὲ παρόντα ἔτρεφον. Εἶτα ἐπειδὴ σφοδρῶς αὐτῶν καθήψατο, ἠρέμα πάλιν χαλᾷ τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως, λέγων· Καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός. Οὐ γὰρ εἶπεν, Οὐ δεδώκατέ μοι, ἀλλ', Ἐγὼ οὐκ ἔλαβον. Φείδεται γὰρ αὐτῶν ἔτι· ἀλλ'