1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

117

φοβεῖν ὑμᾶς, Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἐπιστέλλει μεγάλα περὶ ἑαυτοῦ, παρὼν δὲ οὐδενὸς λόγου ἐστὶν ἄξιος· διὰ τοῦτο ταῦτά φησι, καὶ αὐτὰ πάλιν συνεσταλμένως. Οὐ γὰρ εἶπεν, ὅτι Ὡς μεγάλα ἐπιστέλλομεν, μεγάλα καὶ πράττομεν παρόντες· ἀλλ' ὑφειμένως μᾶλλον. Ὅτε μὲν γὰρ πρὸς ἐκείνους διελέγετο, μετὰ σφοδρότητος αὐτὸ τέθεικε λέγων, ∆έομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας· ὅτε δὲ πρὸς τούτους, καθυφῆκε. ∆ιὸ καὶ λέγει, Ὁποῖοί ἐσμεν παρόντες, καὶ ἀπόντες· τουτέστι, ταπεινοὶ, συνεσταλμένοι, οὐδαμοῦ κομπάζοντες. Καὶ δῆλον ἐκ τῶν ἑξῆς· Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων. βʹ. Ἐνταῦθα καὶ ἀλαζόνας δείκνυσιν ὄντας ἐκείνους, καὶ μεγάλα περὶ ἑαυτῶν φθεγγομένους· καὶ κωμῳ 61.549 δεῖ αὐτοὺς ὡς ἑαυτοὺς συνιστῶντας. Ἀλλ' ἡμεῖς οὐδὲν τοιοῦτον· ἀλλ' εἴ τινα καὶ μεγάλα εἰργασάμεθα, ἐπὶ τὸν Θεὸν ἅπαντα ἀναφέρομεν, καὶ ἀλλήλοις ἑαυτοὺς παραβάλλομεν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες ἑαυτοῖς ἑαυτοὺς οὐ συνιοῦσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ πρὸς ἐκείνους ἑαυτοὺς παραβάλλομεν, ἀλλὰ πρὸς ἀλλήλους. Καὶ γὰρ προϊὼν ἔλεγεν, Οὐδὲν ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων· καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· καὶ πάλιν, Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ. Ὥστε ἑαυτοῖς συγκρίνομεν ἑαυτοὺς, οὐκ ἐκείνοις τοῖς οὐδὲν ἔχουσιν· ἡ γὰρ τοιαύτη ἀπόνοια ἀνοίας ἐστίν. Ἢ περὶ ἑαυτοῦ οὖν τουτό φησιν, ἢ περὶ ἐκείνων, ὅτι Οὐ τολμῶμεν συγκρῖναι ἑαυτοὺς ἐκείνοις τοῖς πρὸς ἀλλήλους ἁμιλλωμένοις καὶ μεγάλα κομπάζουσι, καὶ μὴ συνιοῦσι, τουτέστι, μὴ αἰσθανομένοις πῶς εἰσι καταγέλαστοι τοιαῦτα ἀλαζονευόμενοι, καὶ μεταξὺ ἀλλήλων ἑαυτοὺς ἐπαίροντες. Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, καθάπερ οὗτοι. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, κομπάζοντας λέγειν, ὅτι τὴν οἰκουμένην ἐπεστρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόμεθα, καὶ πολλὰ ἕτερα τοιαῦτα μεγαληγορεῖν. Ἀλλ' ἡμεῖς οὐχ οὕτω, φησὶν, Ἀλλὰ κατὰ τὸ μέτρον οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρις καὶ ὑμῶν. Ὥστε ἑκατέρωθεν ἡ ταπεινοφροσύνη αὐτοῦ κατάδηλος, καὶ ὅτι οὐδὲν πλεῖον ἢ εἰργάσατο, εἶπε, καὶ ὅτι τοῦτο αὐτὸ τῷ Θεῷ ἀνατίθησι. Κατὰ γὰρ τὸ μέτρον, φησὶν, τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρις καὶ ὑμῶν. Καθάπερ γεωργοῖς ἄμπελον διανέμων, οὕτως ἡμῖν ἀφώρισε. Μέχρις οὖν οὗ κατηξιώθημεν φθάσαι, μέχρι τούτου καυχώμεθα. Οὐ γὰρ μὴ ὡς ἐφικόμενοι εἰς ὑμᾶς, ὑπερεκτείνομεν ἑαυτούς· μέχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Οὐχ ἁπλῶς παρεγενόμεθα, ἀλλὰ κατηγγείλαμεν, ἐκηρύξαμεν, ἐπείσαμεν, κατωρθώσαμεν. Εἰκὸς γὰρ ἐκείνους καὶ ἁπλῶς παραγινομένους τοῖς τῶν ἀποστόλων μαθηταῖς, ἑαυτοῖς τὸ πᾶν λογίζεσθαι, ἐκ τῆς ψιλῆς ἐπιδημίας. Ἀλλ' οὐχ ἡμεῖς οὕτως· οὐδ' ἂν ἔχοι τις εἰπεῖν, ὅτι οὐ μέχρις ὑμῶν ἰσχύσαμεν ἐλθεῖν, καὶ τῷ λόγῳ μόνον ἐκτείνομεν τὴν μέχρις ἡμῶν καύχησιν· καὶ γὰρ καὶ ὑμῖν τὸν λόγον ἐκηρύξαμεν. Οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἀλλ' ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. Πολλὴν δείκνυσι τὴν κατηγορίαν ἐκείνων ἐντεῦθεν, ὅτι καὶ εἰς τὰ ἄμετρα ἐκαυχῶντο, καὶ ὅτι εἰς τὰ ἀλλότρια, καὶ ὅτι τῶν μὲν ἀποστόλων ὁ ἱδρὼς ἦν ἅπας, ἐκεῖνοι δὲ ἐκαλλωπίζοντο τοῖς ἐκείνων κόποις. Ἡμεῖς δὲ, φησὶ, διὰ τῶν ἔργων ταῦτα ἐπεδείξαμεν. Οὐ τοίνυν ἐκείνους μιμησόμεθα, ἀλλ' 61.550 ἔνθα ἡμῖν μαρτυρεῖ τὰ ἔργα, ταῦτα ἐροῦμεν. Καὶ τί λέγω, φησὶν, ὑμᾶς; Ἐλπίδα γὰρ ἔχω, αὐξανομένης τῆς πίστεως ὑμῶν· οὐ γὰρ ἀποφαίνεται ἁπλῶς, τὸ οἰκεῖον ἦθος μιμούμενος, ἀλλ', Ἐλπίζω, φησὶν, ὑμῶν ἐπιδιδόντων, ὅτι καὶ περαιτέρω ὁ κανὼν, ἡμῶν