1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

81

καὶ δύναται, εὔδηλον ὅτι μᾶλλον καὶ πλείονα ἐργάσεται. Οὐδὲ γὰρ οὕτω δέδοικεν ὁ πένης ὑπὲρ λιμοῦ, ὡς ὁ πλούσιος ὑπὲρ τῆς ἀπωλείας τῶν ὄντων τρέμει καὶ ἄγχεται, καὶ ὑπὲρ τοῦ μηδέπω τὰ πάντων λαβεῖν. Ὅταν οὖν καὶ κενοδοξίας ἑστήκῃ πλησίον καὶ ὑπερηφανίας καὶ φιλαργυρίας τῆς ῥίζης τῶν κακῶν ἁπάντων· ποίαν ἕξει σωτηρίας ἐλπίδα, ἂν μὴ πολλὴν ἐπιδείξηται φιλοσοφίαν, πῶς δὲ βαδιεῖται τὴν στενὴν ὁδόν; Μὴ τοίνυν τὰς τῶν πολλῶν δόξας περιφέρωμεν, ἀλλὰ τὰ πράγματα ἐξετάζωμεν. Πῶς γὰρ οὐκ ἄτοπον ὑπὲρ μὲν χρημάτων μὴ ἑτέροις πιστεύειν, ἀλλ' ἀριθμῷ καὶ ψήφῳ τοῦτο ἐπιτρέπειν· ὑπὲρ δὲ πραγμάτων ψηφιζομένους, ἁπλῶς ταῖς ἑτέρων παρασύρεσθαι δόξαις, καὶ ταῦτα ἀκριβῆ ζυγὸν ἁπάντων ἔχον 61.497 τας καὶ γνώμονα καὶ κανόνα, τῶν θείων νόμων τὴν ἀπόφασιν; ∆ιὸ παρακαλῶ καὶ δέομαι πάντων ὑμῶν, ἀφέντες τί τῷ δεῖνι καὶ τῷ δεῖνι δοκεῖ περὶ τούτων, παρὰ τῶν Γραφῶν ταῦτα ἅπαντα πυνθάνεσθε, καὶ τὸν ἀληθῆ πλοῦτον μαθόντες, τοῦτον διώκωμεν, ἵνα 61.498 καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ι∆ʹ.

Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ, ὡς καὶ

προεῖπον, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῇν. αʹ. Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον, συστέλλων τὸ τραχὺ τῆς ἐπιτιμήσεως.

Ἐπειδὴ γὰρ ἤλεγξε καὶ ἐπέπληξεν, ὡς φιλουμένοις μὲν, οὐχ ὁμοίως δὲ φιλοῦσιν, ἀλλ' ἀποῤῥηγνυμένοις τῆς ἀγάπης τῆς αὐτοῦ καὶ ἑτέροις φθόροις ἀναμιγνυμένοις, πάλιν λεαίνει τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως λέγων, Χωρήσατε ἡμᾶς, τουτέστι, Φιλήσατε ἡμᾶς, καὶ χάριν αἰτεῖ λαβεῖν ἀνεπαχθῆ, καὶ τοῖς παρέχουσι πρὸς τῶν λαμβανόντων λυσιτελῆ. Καὶ οὐκ εἶπε, Φιλήσατε, ἀλλ' ἐλεεινότερον, Χωρήσατε. Τίς ἡμᾶς ἀπήλασε, φησί; τίς ἐξέβαλε τῆς διανοίας τῆς ὑμετέρας; πόθεν στενοχωρούμεθα ἐν ὑμῖν; Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν· ἐνταῦθα αὐτὸ σαφέστερον δηλῶν ἔλεγε, Χωρήσατε ἡμᾶς, καὶ ταύτῃ πάλιν αὐτοὺς ἐφελκόμενος. Οὐδὲν γὰρ οὕτω ποιεῖ φιλίαν, ὡς τὸ μαθεῖν τὸν φιλούμενον ὅτι σφόδρα αὐτοῦ ἐφίεται τῆς ἀγάπης ὁ φιλῶν. Οὐδένα ἠδικήσαμεν. Ὅρα πῶς πάλιν οὐ τίθησι τὰς εὐεργεσίας, ἀλλὰ καὶ ἀνεπαχθέστερον καὶ πληκτικώτερον ἑτέρως τὸν λόγον ποιεῖ. Ἅμα δὲ καὶ αἰνίττεται τοὺς ψευδαποστόλους, Οὐδένα ἠδικήσαμεν, λέγων, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Τί ἐστιν, Ἐφθείραμεν; Τουτέστιν, οὐδένα ἠπατήσαμεν· ὥσπερ καὶ ἀλλαχοῦ λέγει, Μήποτε, ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Οὐδένα ἐπλεονεκτήσαμεν· οὐχ ἡρπάσαμεν, οὐκ ἐπενοήσαμεν. Καὶ οὐ λέγει τέως, Τὰ καὶ τὰ ὠφελήσαμεν, ἀλλ' ἐντρεπτικώτερον ποιῶν τὸν λόγον, Οὐκ ἠδικήσαμεν, φησί· μονονουχὶ λέγων, ὅτι Εἰ καὶ μηδὲν ἦμεν εὐεργετηκότες, οὐδὲ οὕτως ἡμᾶς ἀποστρέφεσθαι ἔδει· οὐδὲ γὰρ οὐ μικρὸν, οὐ μέγα ἔχετε ἡμῖν ἐγκαλεῖν. Εἶτα ἐπειδὴ ᾔσθετο τῆς βαρύτητος, ἐπιδιορθοῦται πάλιν. Καὶ οὔτε ἐσίγησε καθάπαξ· οὐ γὰρ ἂν διανέστησεν· οὔτε ἀδιόρθωτον εἴασε τὸ τραχὺ τοῦ λόγου· ἢ γὰρ ἂν πλέον ἔπληξε. Καὶ τί φησιν; Οὐ πρὸς κατάκρισιν λέγω. Πόθεν δῆλον; Προείρηκα γὰρ, φησὶν, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῇν. Μεγίστη φιλία αὕτη, ὅταν καὶ καταφρονούμενος, καὶ συναποθανεῖν αὐτοῖς καὶ συζῇν αἱρῆται. Οὐδὲ γὰρ ἁπλῶς ἐστε ἐν ταῖς καρδίαις ἡμῶν, ἀλλ' 61.498 οὕτω, φησὶν, ὡς εἶπον. Ἔνι γὰρ καὶ φιλεῖν,