1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

139

δεσμωτήριον, τότε τὰ θαυμαστὰ ἐποίησεν ἐκεῖνα· ὅτε ἐναυάγησε καὶ εἰς τὴν βάρβαρον ἐξηνέχθη χώραν, τότε μάλιστα ἐδοξάσθη. Ὅτε εἰς τὸ δικαστήριον εἰσῆλθε δεδεμένος, τότε καὶ τοῦ δικαστοῦ περιγέγονεν. Οὕτω καὶ ἐν τῇ Παλαιᾷ συνέβαινεν· ἐν τοῖς πειρασμοῖς ἤνθουν οἱ δίκαιοι· οὕτως οἱ τρεῖς παῖδες, οὕτως ὁ ∆ανιὴλ, καὶ Μωϋσῆς, καὶ ὁ Ἰωσήφ· πάντες ἐντεῦθεν λαμπροὶ, καὶ μεγάλων κατηξιώθησαν στεφάνων. Τότε γὰρ καὶ ἡ ψυχὴ καθαίρεται, ὅτε διὰ τὸν Θεὸν θλίβεται· τότε μείζονος ἀπολαύει βοηθείας, πλείονος δεομένη συμμαχίας, καὶ πλείονος ἀξία χάριτος. Καὶ πρὸ τοῦ μισθοῦ δὲ τοῦ παρὰ τοῦ Θεοῦ κειμένου, μεγάλα καρποῦται ἀγαθὰ φιλόσοφος γινομένη. Καὶ γὰρ τὸν τῦφον περισπᾷ, καὶ τὴν ῥᾳθυμίαν ἐκκόπτει πᾶσαν ἡ θλῖψις, καὶ πρὸς ὑπομονὴν ἀλείφει· ἐκκαλύπτει τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν, καὶ πολλὴν εἰσάγει φιλοσοφίαν. Πάντα γὰρ αὐτῇ παραχωρεῖ τὰ πάθη, βασκανία, ζῆλος, ἐπιθυμία, δυναστεία, χρημάτων ἔρως καὶ σωμάτων, ἀλαζονεία, τῦφος, θυμὸς, ἅπας ὁ λοιπὸς τῶν νοσημάτων τούτων ἐσμός. Καὶ εἰ βούλει ἐπ' αὐτῶν τῶν πραγμάτων ἰδεῖν, καὶ ἄνδρα ἰδίᾳ καὶ δῆμον ὁλόκληρον, δυνήσομαί σοι δεῖξαι, καὶ ἐν θλίψει γενομένους, καὶ ἐν ἀνέσει, καὶ διδάξαι πόσον ἐντεῦθεν τὸ κέρδος, καὶ πόση ἐκεῖθεν ἡ ῥᾳθυμία. 61.580 δʹ. Καὶ γὰρ ὁ τῶν Ἑβραίων δῆμος, ὅτε μὲν ἐκακοῦντο καὶ ἠλαύνοντο, ἔστενον καὶ τὸν Θεὸν παρεκάλουν, καὶ πολλὴν ἄνωθεν ἐπεσπῶντο τὴν ῥοπήν· ὅτε δὲ ἐλιπάνθησαν, ἀπεσκίρτησαν. Οἱ Νινευῗται πάλιν, ὅτε μὲν ἀδείας ἀπήλαυον, οὕτω τὸν Θεὸν παρώξυναν, ὡς ὁλόκληρον ἀπειλῆσαι τὴν πόλιν ἐκ βάθρων ἀνασπᾷν· ὅτε δὲ ὑπὸ τοῦ κηρύγματος ἐταπεινώθησαν ἐκείνου, πᾶσαν ἐπεδείξαντο φιλοσοφίαν. Εἰ δὲ καὶ ἄνδρα καθ' ἑαυτὸν ἰδεῖν ἐθέλοις, ἐννόησον τὸν Σολομῶντα. Καὶ γὰρ οὗτος ὅτε μὲν ἦν ἐν φροντίσι καὶ ταραχῇ περὶ τῆς ἀρχῆς τοῦ ἔθνους ἐκείνου βουλευόμενος, τῆς ὄψεως ἠξιώθη ἐκείνης· ὅτε δὲ ἐν τρυφῇ γέγονεν, εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον ἐξωλίσθησε. Τί δὲ ὁ τούτου πατήρ; πότε θαυμαστὸς ἦν καὶ παράδοξος; οὐχ ὅτε ἐν πειρασμοῖς ἦν; Ὁ δὲ Ἀβεσσαλὼμ, οὐχ ἕως μὲν ἔφευγεν, ἐσωφρόνει, ἐπειδὴ δὲ ἐπανῆλθε, καὶ τυραννικὸς καὶ πατραλοίας ἐγένετο; Τί δὲ ὁ Ἰώβ; Οὗτος γὰρ λαμπρὸς μὲν ἦν καὶ ἐν ἀνέσει, λαμπρότερος δὲ μετὰ τὴν θλῖψιν ἐφάνη. Καὶ τί δεῖ λέγειν τὰ ἀρχαῖα καὶ παλαιά; ἂν γὰρ τὰ ἡμέτερά τις ἐξετάσῃ τὰ νῦν, ὄψεται ἡλίκον τῆς θλίψεως τὸ κέρδος. Νῦν μὲν γὰρ εἰρήνης ἀπολαύοντες, ἀναπεπτώκαμεν, καὶ διεῤῥύημεν, καὶ μυρίων τὴν Ἐκκλησίαν ἐνεπλήσαμεν κακῶν· ὅτε δὲ ἠλαυνόμεθα, καὶ σωφρονέστεροι καὶ ἐπιεικέστεροι καὶ σπουδαιότεροι καὶ περὶ τοὺς συλλόγους τούτους ἦμεν προθυμότεροι, καὶ περὶ τὴν ἀκρόασιν. Ὅπερ γὰρ τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο, ἡ θλῖψις ταῖς ψυχαῖς, τὸν ῥύπον ἀποσμήχουσα, καθαροὺς ἐργαζομένη, λαμπροὺς κατασκευάζουσα καὶ φαιδρούς. Αὕτη εἰς βασιλείαν εἰσάγει, ἐκείνη δὲ εἰς γέενναν. ∆ιὸ ἡ μὲν ἔστιν εὐρύχωρος, ἡ δὲ στενή. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ὡς μέγα τι καταβάλλων ἡμῖν ἀγαθόν. Εἰ τοίνυν μαθητὴς εἶ, τὴν στενὴν καὶ τεθλιμμένην ὅδευε, μηδὲ δυσχέραινε μηδὲ ἀποδυσπέτει. Κἂν γὰρ οὕτω μὴ θλιβῇς, ἀνάγκη θλιβῆναι πάντως ἐξ ἑτέρας ὑποθέσεως ἀκερδοῦς. Καὶ γὰρ ὁ βάσκανος, καὶ ὁ χρημάτων ἐρῶν, καὶ ὁ πόρνης περικαιόμενος, καὶ ὁ κενόδοξος, καὶ τῶν ἄλλων ἕκαστος τῶν τὰ πονηρὰ ἐπιόντων πολλὰς ἀθυμίας ὑπομένει καὶ θλίψεις, καὶ τῶν πενθούντων οὐκ ἐλάττω θλίβεται. Εἰ δὲ μὴ δακρύει μηδὲ πενθεῖ, δι' αἰσχύνην καὶ ἀναισθησίαν· ὡς εἴ γε τὴν ψυχὴν αὐτοῦ καταμάθοις, μυρίων ὄψει κυμάτων γέμουσαν. Ὅταν οὖν καὶ τοῦτον καὶ ἐκεῖνον μετιόντας τὸν βίον ἀνάγκη θλίβεσθαι, διὰ τί μὴ τοῦτον αἱρούμεθα τὸν μετὰ θλίψεως μυρίους φέροντα στεφάνους; Καὶ γὰρ τοὺς ἁγίους ἅπαντας οὕτως ἤγαγεν ὁ Θεὸς διὰ θλίψεως καὶ στενοχωρίας, ὁμοῦ μὲν ἐκείνους ὠφελῶν, ὁμοῦ δὲ τοὺς λοιποὺς ἀσφαλιζόμενος, ὥστε μὴ μείζονα τῆς ἀξίας περὶ αὐτῶν δόξαν ἔχειν. Οὕτω γὰρ καὶ εἰδωλολατρεῖαι τὴν ἀρχὴν ἐκράτησαν, τῶν ἀνθρώπων ὑπὲρ τὴν ἀξίαν θαυμαζομένων· οὕτως