1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

154

ἀπὸ τῶν μαθητῶν κατασκευάζων τὸν λόγον. Τί γὰρ λέγω περὶ ἐμοῦ τοῦ διδασκάλου, φησὶ, καὶ τοσαύτην ἔχοντος φροντίδα, καὶ τὴν οἰκουμένην ἅπασαν ἐμπεπιστευμένου, καὶ τοσαῦτα σημεῖα 61.601 πεποιηκότος; Ὑμᾶς γὰρ αὐτοὺς ἐὰν βουληθῆτε ἐξετάσαι τοὺς ἐν τάξει μαθητῶν ὄντας, ὄψεσθε ὅτι καὶ ἐν ὑμῖν ὁ Χριστός· εἰ δὲ ἐν ὑμῖν, πολλῷ μᾶλλον ἐν τῷ διδασκάλῳ. Εἰ γὰρ τὴν πίστιν ἔχετε, καὶ ἐν ὑμῖν ὁ Χριστός. Καὶ περὶ τῶν πιστευόντων τοῦτο αὐτὸ εἴρηται θαύματα ἐργαζομένων· οἱ γὰρ πιστεύοντες τότε, ἐθαυματούργουν· διὸ καὶ ἐπήγαγεν, Ἑαυτοὺς πειράζετε, ἑαυτοὺς δοκιμάζετε, εἰ ἐστὲ ἐν τῇ πίστει. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς ἐν ὑμῖν, εἰ μή τι ἀδόκιμοί ἐστε; Εἰ δὲ ἐν ὑμῖν, πολλῷ μᾶλλον ἐν τῷ διδασκάλῳ. Ἐμοὶ δὲ δοκεῖ πίστιν ἐνταῦθα λέγειν καὶ τὴν τῶν σημείων. Εἰ γὰρ ἔχετε τὴν πίστιν ἐκείνην, φησὶν, ὁ Χριστὸς ἐν ὑμῖν ἐστιν, Εἰ μή τι ἀδόκιμοι γεγόνατε. δʹ. Εἶδες πῶς πάλιν φοβεῖ, καὶ ἐκ περιουσίας δείκνυσι παρ' αὐτῷ ὄντα τὸν Χριστόν; Ἐνταῦθα γάρ μοι δοκεῖ καὶ εἰς βίον αὐτοὺς αἰνίττεσθαι. Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ πίστις εἰς τὸ ἐπισπᾶσθαι τὴν ἐνέργειαν τὴν πνευματικὴν, εἶπε δὲ, ὅτι Εἰ ἐστὲ ἐν τῇ πίστει, τὸν Χριστὸν ἔχετε ἐν αὐτοῖς, συνέβαινε δὲ πολλοὺς εἶναι ταύτης τῆς ἐνεργείας ἐρήμους πίστιν ἔχοντας, λύων τὴν ἀπορίαν φησὶν, Εἰ μή τι ἀδόκιμοί ἐστε, εἰ μὴ βίον διεφθαρμένον ἔχετε. Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Τὸ ἀκόλουθον ἦν εἰπεῖν, Εἰ δὲ ὑμεῖς ἀδόκιμοι γεγόνατε, ἀλλ' οὐχ ἡμεῖς· ἀλλ' οὕτω μὲν οὐ λέγει, ἵνα μὴ πλήξῃ, ἀμυδρῶς δὲ αὐτὸ αἰνίττεται, οὔτε ἀποφαινόμενος καὶ λέγων, ὅτι ἀδόκιμοί ἐστε, οὔτε κατ' ἐρώτησιν προάγων καὶ λέγων, εἰ δὲ ὑμεῖς ἀδόκιμοι, ἀλλὰ τοῦτο παραλιπὼν, αἰνιγματωδῶς αὐτὸ ἐνδείκνυται, ἐπάγων, Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Πάλιν κἀνταῦθα πολλὴ ἡ ἀπειλὴ, μέγας ὁ φόβος. Ἐπειδὴ γὰρ ἐντεῦθεν, βούλεσθε, φησὶ, διὰ τῆς εἰς ὑμᾶς κολάσεως τὴν δοκιμὴν λαβεῖν, οὐκ ἀπορήσομεν τοῦ δοῦναι ὑμῖν τὴν ἀπόδειξιν. Ἀλλ' οὕτω μὲν οὐ λέγει, μετὰ πλείονος δὲ τοῦ βάρους καὶ τῆς ἀπειλῆς· Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Ἔδει μὲν γὰρ καὶ χωρὶς τούτου εἰδέναι ὑμᾶς, φησὶ, τὰ ἡμέτερα, καὶ ὅτι Χριστὸν ἔχομεν ἐν ἑαυτοῖς λαλοῦντα καὶ ἐνεργοῦντα· ἐπειδὴ δὲ καὶ διὰ τῶν ἔργων βούλεσθε λαβεῖν τὴν πεῖραν, εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἀδόκιμοι. Εἶτα ἐπειδὴ τὴν ἀπειλὴν ἐπανετείνατο, καὶ τὴν κόλασιν λοιπὸν ἐπὶ θύρας ἤγαγε, καὶ ἐν τρόμῳ κατέστησεν αὐτοὺς, καὶ προσδοκᾷν ἐποίησε τιμωρίαν· ὅρα πῶς πάλιν καταγλυκαίνει τὸν λόγον, καὶ παραμυθεῖται τὸν φόβον, καὶ δείκνυσιν αὐτοῦ τὸ ἀφιλότιμον, τὸ πρὸς τοὺς μαθητὰς κηδεμονικὸν, τὸ φιλόσοφον τῆς γνώμης, τὸ ὑψηλὸν καὶ ἀκενόδοξον. Ταῦτα γὰρ ἅπαντα δείκνυσι δι' ὧν ἐπάγει λέγων, Εὔχομαι δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ' ὑπὲρ τῆς ἀληθείας. Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο γὰρ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς ψυχῆς; Κατεφρονεῖτο, διεπτύετο, ἐκωμῳδεῖτο, ἐχλευάζετο, ὡς εὐτε 61.602 λὴς, ὡς εὐκαταφρόνητος, ὡς ἀλαζὼν, ὡς κομπάζων μὲν διὰ τῶν ῥημάτων, ἐπὶ δὲ τῶν πραγμάτων οὐδὲ μικρόν τι δεῖξαι ἔχων τὴν ἑαυτοῦ ἰσχύν· καὶ οὐ μόνον ἀναβάλλεται, οὐδὲ μόνον ἀναδύεται, ἀλλὰ καὶ εὔχεται μὴ ἐμπεσεῖν εἰς τοσαύτην ὑπόθεσιν· Εὔχομαι γὰρ, φησὶ, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Τί ἐστιν ὃ λέγει; Παρακαλῶ τὸν Θεὸν, φησὶν, ἱκετεύω μηδένα εὑρεῖν ἀδιόρθωτον, μηδένα εὑρεῖν ἀμετανόητον· μᾶλλον δὲ οὐδὲ τοῦτο μόνον, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἁμαρτεῖν· Μὴ ποιῆσαι γὰρ ὑμᾶς, φησὶ, μηδέν· εἰ δὲ καὶ ἄρα ἁμάρτητε, μεταβάλλεσθαι, καὶ προλαβόντας διορθώσασθαι, καὶ πᾶσαν ἀποκρούσασθαι ὀργήν. Οὐδὲ γὰρ τοῦτο σπουδάζω, ἵνα οὕτω δόκιμοι ὦμεν, ἀλλὰ τοὐναντίον ἅπαν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν. Εἰ γὰρ μένετε, φησὶν, ἀμετανόητα ἁμαρτάνοντες, ἀνάγκη ἡμᾶς κολάζειν,