1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

13

ζητῶν ἀπορῇς, ὅρα πῶς σου λύει τὴν ἀπορίαν λέγων· Ἵνα ὁ πανελεήμων καὶ οἰκτίρμων Θεός. Ἤκουσας, Πανελεήμων Θεός; Μὴ ἀπόρει λοιπόν· ὁ γὰρ πανελεήμων πάντας ἐλεεῖ, καὶ ἁμαρτωλοὺς καὶ φίλους. Μὴ τοίνυν λέγε, Πῶς ὑπὲρ αὐτῶν προσέλθω; αὐτὸς ἐπακούσει τῶν δεήσεων αὐτῶν. ∆έησις δὲ κατηχουμένων τίς ἂν εἴη, ἀλλ' ἢ ὥστε μὴ μεῖναι κατηχουμένους; Εἶτα καὶ ὑπαγορεύει τῆς ἱκετηρίας τὸν τρόπον. Τίς δὲ οὗτός ἐστιν; Ἵνα διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν. Μέμυκε γὰρ ἔτι, καὶ βέβυσται. Ὦτα δὲ οὐ ταῦτά φησι τὰ ἔξωθεν, ἀλλὰ τὰ τῆς διανοίας. Ὥστε ἀκοῦσαι ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν 61.400 ἀνθρώπου οὐκ ἀνέβη. Οὐδὲ γὰρ ἤκουσαν τῶν ἀποῤῥήτων μυστηρίων, ἀλλὰ πόῤῥω που καὶ μακρὰν ἑστήκασι. Κἂν ἀκούσωσι δὲ, οὐκ ἴσασι τὰ λεγόμενα· συνέσεως γὰρ δεῖται πολλῆς ἐκεῖνα, οὐκ ἀκροάσεως μόνης· τὰς ἔνδον δὲ οὐδέπω ἔχουσιν ἀκοάς. ∆ιὸ καὶ προφητικὸν αὐτοῖς ἐπεύχεται χάρισμα· καὶ γὰρ ὁ προφήτης οὕτως ἔλεγεν· Ὁ Θεὸς δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ὅτι αὐτὸς ἀνοίγει μου τὸ στόμα, ἔδωκέ μοι πρωῒ, προσέθηκέ μοι ὠτίον ἀκούειν. Ὥσπερ γὰρ οἱ προφῆται ἄλλως ἤκουον παρὰ τοὺς πολλοὺς, οὕτω καὶ οἱ πιστοὶ παρὰ τοὺς κατηχουμένους. Ἐντεῦθεν μανθάνει καὶ ὁ κατηχούμενος, μὴ παρὰ ἀνθρώπων ταῦτα μανθάνειν, μηδὲ ἀκούειν (Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς), ἀλλ' ἄνωθεν ἐκ τῶν οὐρανῶν· Ἔσονται γὰρ πάντες διδακτοὶ Θεοῦ. ∆ιό φησι· Καὶ κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας· ὥστε ἔνδοθεν αὐτοῖς ἐνηχεῖσθαι. Ὡς γὰρ εἰδέναι χρὴ, οὐδέπω ἴσασι τὸν λόγον τῆς ἀληθείας. Ἵνα κατασπείρῃ τὸν φόβον αὐτοῦ ἐν αὐτοῖς. Ἀλλ' οὐκ ἀρκεῖ τοῦτο· τὰ μὲν γὰρ ἔπεσε παρὰ τὴν ὁδὸν, τὰ δὲ ἐπὶ τῆς πέτρας. ϛʹ. Ἀλλ' ἡμεῖς οὐχ οὕτως αἰτοῦμεν· ἀλλ' ὥσπερ ἐπὶ γῆς λιπαρᾶς ἀνοίγει τὰς αὔλακας τὸ ἄροτρον, οὕτω καὶ ἐνταῦθα γενέσθαι δεόμεθα, ὥστε νεωθέντας ἐν τῷ βάθει τῆς διανοίας δέξασθαι τὰ καταβαλλόμενα, καὶ πᾶν ὅπερ ἤκουσαν μετὰ ἀκριβείας κατασχεῖν. ∆ιὸ καὶ ἐπάγει λέγων· Καὶ βεβαιώσῃ τὴν πίστιν αὐτοῦ ἐν ταῖς διανοίαις αὐτοῦ. Τουτέστιν, ἵνα μὴ ἐξεπιπολῆς κέηται, ἀλλ' ἵνα κατὰ βάθους βάλῃ τὴν ῥίζαν. Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης. ∆είκνυσι διπλοῦν τὸ κάλυμμα· τὸ μὲν διὰ τὸ μεμυκέναι αὐτῶν τοὺς ὀφθαλμοὺς τῆς διανοίας, τὸ δὲ διὰ τὸ κεκαλύφθαι αὐτοῖς τὸ εὐαγγέλιον. ∆ιὸ ἀνωτέρω μὲν ἔλεγεν· Ἵνα διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν· ἐνταῦθα δὲ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης· τουτέστιν, ἵνα καὶ αὐτοὺς σοφοὺς ἐργάσηται καὶ ἐπιτηδείους πρὸς ὑποδοχὴν, καὶ ἵνα διδάξῃ, καὶ καταβάλῃ τὰ σπέρματα. Ἄν τε γὰρ ἐπιτήδειοι ὦσιν, οὐδὲν ὄφελος, τοῦ Θεοῦ μὴ ἐκκαλύπτοντος· ἄν τε ἀποκαλύψῃ, μὴ δέξωνται δὲ, πάλιν εἰς τὸ αὐτὸ ἡ ζημία περιίσταται. ∆ιὰ τοῦτο ἀμφότερα αἰτοῦμεν, ἵνα καὶ ἀνοίξῃ τὰς καρδίας, καὶ ἀποκαλύψῃ τὸ εὐαγγέλιον. Οὐδὲ γὰρ, εἰ κόσμος κέοιτο βασιλικὸς ἄνωθεν κεκαλυμμένος, ἔσται τι πλέον ὀφθαλμῶν βλεπόντων· ὥσπερ οὖν οὐδὲ γεγυμνωμένου, τούτων μὴ ἐγρηγορότων. Ταῦτα δὲ ἀμφότερα γίνεται, ἂν ἐκεῖνοι ἕλωνται πρότερον. Τί δή ἐστιν, Εὐαγγέλιον δικαιοσύνης; Τὸ ποιοῦν δικαίους. ∆ιὰ τούτων γὰρ εἰς ἐπιθυμίαν αὐτοὺς ἄγει τοῦ βαπτίσματος, δεικνὺς ὅτι οὐχ ἁμαρτημάτων ἀφέσεώς ἐστι μόνον τὸ εὐαγγέλιον, ἀλλὰ καὶ δικαιοσύνης ποιητικόν. Ἵνα αὐτοῖς δοίη νοῦν ἔνθεον, σώφρονα λογισμὸν, καὶ ἐνάρετον πολιτείαν. Ἀκουέτωσαν οἱ πιστοὶ, ὅσοι τοῖς βιωτικοῖς εἰσι προσηλωμένοι πράγμασιν. Εἰ γὰρ τοῖς ἀμυήτοις 61.401 κελευόμεθα ταῦτα αἰτεῖν, ἐννόησον ἐν τίσιν ἡμᾶς εἶναι χρὴ, τοὺς ταῦτα ἑτέροις αἰτοῦντας· καὶ γὰρ ἐφάμιλλον δεῖ τῷ Εὐαγγελίῳ τὴν πολιτείαν ἔχειν. ∆ιὸ δὴ καὶ τῆς εὐχῆς ὁ νόμος ἀπὸ τῶν δογμάτων ἐπὶ τὴν πολιτείαν μεταβαίνει. Εἰπὼν γὰρ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης, ἐπήγαγεν· Ἵνα δῷ αὐτοῖς νοῦν ἔνθεον. Τί δέ ἐστιν, ἔνθεον; Ἵνα ὁ Θεὸς οἰκῇ ἐν αὐτῷ· Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Ὅταν γὰρ γένηται δίκαιος ὁ νοῦς, ὅταν ἀποδύσηται τὰ ἁμαρτήματα, οἶκος γίνεται τοῦ Θεοῦ· ὅταν δὲ ὁ Θεὸς ἐνοικῇ, οὐδὲν