1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

68

παρακαλοῦντας· καὶ τούτων πεμφθέντων, αὐτός ἐστιν ὁ ἀξιῶν. Τί δὲ ἀξιοῖ; Καταλλάγητε τῷ Θεῷ. Καὶ οὐκ εἶπε, Καταλλάξατε ἑαυτοῖς τὸν Θεόν· οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ ἐχθραίνων, ἀλλ' ὑμεῖς· Θεὸς γὰρ οὐδέποτε ἐχθραίνει. Καὶ δικαιολογούμενος δὲ καθάπερ πρεσβευτὴς ἀποσταλεὶς, Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, φησίν. Οὐ λέγω τὰ πρότερα, ὅτι ὑβρίσατε, ὅτι οὐδὲν ἠδικηκότα, ὅτι εὐεργετήσαντα, ὅτι δίκην οὐκ ἀπῄτησεν, ὅτι παρακαλεῖ πρῶτος, ὑβρισθεὶς πρῶτος· μηδὲν ἐκείνων κείσθω τέως. ∆ιὰ τοῦτο μόνον οὐκ ἂν εἴητε δίκαιοι καταλλαγῆναι, δι' ὅπερ ἐποίησεν εἰς ὑμᾶς νῦν; Καὶ τί ἐποίησε; Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, δι' ὑμᾶς ἁμαρτίαν ἐποίησεν. Εἰ γὰρ μηδὲν ἤνυσε, τοῦτο δὲ μόνον εἰργάσατο, ἐννόησον ἡλίκον ἦν τὸ ὑπὲρ τῶν ὑβρικότων τὸν Υἱὸν δοῦναι. Νυνὶ δὲ καὶ μεγάλα κατώρθωσε, καὶ μετὰ τούτων τὸν οὐδὲν ἠδικηκότα ὑπὲρ τῶν ἠδικηκότων κολασθῆναι εἴασεν. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ πολλῷ μεῖζόν ἐστι τούτου τέθεικε. Ποῖον δὴ τοῦτο; Τὸν μὴ γνόντα ἁμαρτίαν, φησὶ, τὸν αὐτοδικαιοσύνην ὄντα, ἁμαρτίαν ἐποίησε· τουτέστιν, ὡς ἁμαρτωλὸν κατακριθῆναι ἀφῆκεν, ὡς ἐπικατάρατον ἀποθανεῖν· Ἐπικατάρατος γὰρ ὁ κρεμάμενος ἐπὶ ξύλου. Τοῦ γὰρ ἀποθανεῖν τὸ οὕτως ἀποθανεῖ πολλῷ μεῖζον ἦν· ὅπερ καὶ ἀλλαχοῦ αἰνιττόμενος, φησὶν, Ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Οὐδὲ γὰρ κόλασιν εἶχε μόνον τὸ πρᾶγμα, ἀλλὰ καὶ αἰσχύνην. Ἐννόησον τοίνυν ὅσα σοι παρέσχε. Μέγα μὲν γὰρ καὶ τὸ ἁμαρτωλὸν ὄντα ὑπὲρ ὁτουοῦν ἀποθανεῖν· ὅταν δὲ καὶ δίκαιος ὁ τοῦτο πάσχων ᾖ, καὶ ὑπὲρ ἁμαρτωλῶν ἀποθάνῃ, καὶ μὴ ἀποθάνῃ μόνον, ἀλλὰ καὶ ὡς ἐπικατάρατος, καὶ μὴ ὡς ἐπικατάρατος μόνον, ἀλλὰ καὶ τὰ μεγάλα ἡμῖν ἐντεῦθεν χαρίζηται ἀγαθὰ, ἃ μηδέποτε προσεδοκήσαμεν (Ἵνα γὰρ γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ, φησὶ), ποῖος ταῦτα λόγος, ποῖος ταῦτα παραστῆσαι δυνήσεται νοῦς; Τὸν γὰρ δίκαιον, φησὶν, ἐποίησεν ἁμαρτωλὸν, ἵνα τοὺς ἁμαρτωλοὺς ποιήσῃ δικαίους. Μᾶλλον δὲ οὐδὲ οὕτως εἶπεν, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν· οὐ γὰρ ἕξιν ἔθηκεν, ἀλλ' αὐτὴν τὴν ποιότητα. Οὐ γὰρ εἶπεν, Ἐποίησεν ἁμαρτωλὸν, ἀλλ' ἁμαρτίαν· οὐχὶ, Τὸν μὴ ἁμαρτόντα μόνον, ἀλλὰ, τὸν μηδὲ γνόντα ἁμαρτίαν· ἵνα καὶ ἡμεῖς γενώμεθα, οὐκ εἶπε, δίκαιοι, ἀλλὰ δικαιοσύνη, καὶ Θεοῦ δικαιοσύνη. Θεοῦ γάρ ἐστιν αὕτη, ὅταν μὴ ἐξ ἔργων, ὅταν καὶ κηλῖδα ἀνάγκη τινὰ μὴ εὑρεθῆναι, ἀλλ' ἀπὸ χάριτος δικαιωθῶμεν, ἔνθα πᾶσα ἁμαρτία ἠφάνισται. Τοῦτο δὲ ὁμοῦ οὔτε ἐπαρθῆναι ἀφίησιν, ἅτε τοῦ Θεοῦ τὸ πᾶν χαρισαμένου, καὶ διδάσκει τοῦ δοθέντος τὸ 61.479 μέγεθος. Ἐκείνη γὰρ ἡ προτέρα νόμου καὶ ἔργων δικαιοσύνη, αὕτη δὲ Θεοῦ δικαιοσύνη. Ταῦτ' οὖν ἐννοήσαντες φοβηθῶμεν τῆς γεέννης μᾶλλον τὰ ῥήματα ταῦτα, αἰδεσθῶμεν μᾶλλον τῆς βασιλείας τὰ πράγματα, καὶ μὴ νομίσωμεν χαλεπὸν εἶναι τὸ κολάζεσθαι, ἀλλὰ τὸ ἁμαρτάνειν. Καὶ γὰρ αὐτὸς εἰ μὴ ἐκόλαζεν ἡμᾶς, αὐτοὺς ἐχρῆν ἀπαιτῆσαι δίκην ἑαυτοὺς, οὕτως ἀγνώμονας περὶ τὸν εὐεργέτην γενομένους. Νῦν δὲ ἐρωμένην μέν τις ἔχων, πολλάκις καὶ ἑαυτὸν κατέσφαξε, μὴ τυχὼν τοῦ ἔρωτος· καὶ τυχὼν δὲ, πεπλημμεληκὼς εἰς αὐτὴν, οὐδὲ ἄξιον ζῇν ἡγεῖται· εἰς δὲ τὸν οὕτω φιλάνθρωπον καὶ ἥμερον ὑβρίζοντες, οὐχ ἑαυτοὺς ἐμβαλοῦμεν εἰς τὸ πῦρ τῆς γεέννης; Εἴπω τι παράδοξον καὶ θαυμαστὸν, καὶ πολλοῖς ἴσως ἄπιστον· μείζων ἔσται παραμυθία τῷ κολαζομένῳ μετὰ τὸ παροξῦναι τὸν οὕτω φιλάνθρωπον, ἐὰν νοῦν ἔχῃ, καὶ φιλῇ τὸν ∆εσπότην, ὡς φιλεῖν δεῖ, ἢ τῷ μὴ κολαζομένῳ. δʹ. Καὶ τοῦτο καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἔστιν ἰδεῖν. Ὁ γὰρ εἰς τὸν φίλτατον ἠδικηκὼς, τότε μάλιστα ἀναπαύεται, ὅταν ἑαυτὸν ἀπαιτήσῃ δίκην, καὶ πάθῃ κακῶς· ὥσπερ οὖν καὶ ὁ ∆αυῒδ ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ὅτε τὸν Ἀβεσσαλὼμ ἀπώλεσε, δίκην ἑαυτὸν ἀπῄτει τὴν ἐσχάτην· καίτοι γε οὐκ ἦν αὐτὸς ὁ ἠδικηκὼς, ἀλλ' ὁ ἠδικημένος· ἀλλ' ὅμως ἐπειδὴ σφόδρα ἐφίλει τὸν ἀπελθόντα, κατέτεινεν ἑαυτὸν ταῖς ὀδύναις, ταύτῃ παραμυθούμενος ἑαυτόν. Καὶ