1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

83

καὶ χαρὰν, εἴ γε τοσαύτην ἀπεκρούσατο ὀδύνην. Ἀλλ' ἐν παντὶ θλιβόμενοι. Πῶς ἐν παντί; Ἔξωθεν μάχαι, παρὰ τῶν ἀπίστων· Ἔσωθεν φόβοι, διὰ τοὺς ἀσθενεῖς τῶν πιστῶν, μὴ παρασυρῶσιν. Οὐδὲ γὰρ παρὰ Κορινθίοις μόνον τοιαῦτα συνέβαινεν, ἀλλὰ καὶ ἀλλαχοῦ. Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ἐπὶ τῇ παρουσίᾳ Τίτου. Ἐπειδὴ γὰρ μεγάλα αὐτοῖς ἐμαρτύρησεν εἰπὼν, ἵνα μὴ δόξῃ κολακεύειν, μάρτυρα παράγει Τίτον τὸν ἀδελφὸν, ὃς παρ' αὐτῶν ἀφίκετο πρὸς τὸν Παῦλον μετὰ τὴν προτέραν ἐπιστολὴν διηγούμενος αὐτῷ τὰ τῆς αὐτῶν διορθώσεως. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ μέγα τίθεται τὴν παρουσίαν Τίτου. Καὶ γὰρ ἔμπροσθέν φησιν, Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· καὶ ἐνταῦθα πάλιν, Ἐπὶ τῇ παρουσίᾳ Τίτου παρεκλήθημεν, φησί. Καὶ γὰρ βούλεται ἀξιόπιστον αὐτοῖς καταστῆσαι τὸν ἄνδρα, καὶ φίλον σφόδρα ποιῆσαι. Καὶ ὅρα πῶς ἀμφότερα κατασκευάζει. Τῷ μὲν γὰρ εἰπεῖν, Οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τὸ μέγεθος αὐτοῦ δείκνυσι τῆς ἀρετῆς· τῷ δὲ εἰπεῖν, 61.500 ὅτι Ἐπὶ τῇ θλίψει ἡμῶν ἡ παρουσία αὐτοῦ ἤρκεσεν εἰς παραμυθίαν, οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ τῇ παρακλήσει, ᾗ παρεκλήθη ἐφ' ὑμῖν, οἰκειοῖ τοῖς Κορινθίοις τὸν ἄνδρα. Οὐδὲν γὰρ οὕτω φιλίας ποιεῖ καὶ συγκροτεῖ, ὡς τὸ δεξιόν τι καὶ ὑγιὲς περί τινος εἰπεῖν· ὃ καὶ Τίτῳ μαρτυρεῖ λέγων, ὅτι Παραγενόμενος ἐπτέρωσεν ἡμᾶς ὑπὸ τῆς ἡδονῆς· τοιαῦτα περὶ ὑμῶν ἀπήγγειλε. ∆ιὰ τοῦτο ἡ παρουσία αὐτοῦ ηὔφρανεν ἡμᾶς. Οὐ γὰρ μόνον ἐν τῇ παρουσίᾳ αὐτοῦ ἥσθημεν, ἀλλὰ καὶ ἐπὶ τῇ παρακλήσει, ᾗ παρεκλήθη ἐφ' ὑμῖν. Καὶ πῶς παρεκλήθη; ∆ιὰ τῆς ἀρετῆς ὑμῶν, διὰ τῶν κατορθωμάτων· διὸ καὶ ἐπάγει, Ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ. Ταῦτα αὐτὸν ηὔφρανε, φησὶ, ταῦτα παρεκάλεσεν. Εἶδες πῶς καὶ αὐτὸν δείκνυσιν αὐτῶν σφοδρὸν ἐραστὴν, εἴ γε τὴν ἐκείνων εὐδοκίμησιν οἰκείαν παράκλησιν εἶναι ἡγεῖται, καὶ ὡς ἐπ' οἰκείοις ἀγαθοῖς ἐλθὼν ἐκαυχᾶτο παρὰ Παύλῳ; Καὶ ὅρα πῶς αὐτὰ θερμῶς ἀπαγγέλλει· Τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον. Εἰκὸς γὰρ αὐτοὺς πενθεῖν καὶ ἀλγεῖν, τί οὕτως ἐδυσχέρανεν ὁ μακάριος Παῦλος, τί τοσοῦτον ἀπέστη χρόνον. ∆ιὸ οὐδὲ ἁπλῶς εἶπε δάκρυα, ἀλλ' Ὀδυρμὸν, οὐδὲ ἐπιθυμίαν, ἀλλ' Ἐπιπόθησιν, οὐδὲ ὀργὴν, ἀλλὰ Ζῆλον, καὶ ζῆλον πάλιν τὸν ὑπὲρ αὐτοῦ, τὸν ἐκ τοῦ πεπορνευκότος, τὸν ἐκ τῶν κατηγορούντων. Ἐπυρώθητε γὰρ, φησὶ, καὶ ἐξεκάητε δεξάμενοί μου τὰ γράμματα. ∆ιὰ ταῦτα περισσεύει τῇ χαρᾷ, διὰ ταῦτα πεπλήρωται τῇ παρακλήσει, ὅτι αὐτῶν καθήψατο. Ἐμοὶ δὲ δοκεῖ ταῦτα οὐ πρὸς παραμυθίαν τῶν ἔμπροσθεν εἰρῆσθαι μόνον, ἀλλὰ καὶ εἰς προτροπὴν τῶν κατωρθωκότων αὐτά. Καὶ γὰρ εἰ καὶ τοῖς ἔμπροσθεν ἐγκλήμασιν εἶναί τινας ὑπευθύνους ἡγοῦμαι, καὶ τῶν ἐπαίνων τούτων ἀναξίους· ἀλλ' ὅμως αὐτοὺς οὐ διαιρεῖ, ἀλλὰ κοινὰ τίθησι καὶ τὰ ἐγκώμια καὶ τὰ ἐγκλήματα, διδοὺς τῷ συνειδότι τῶν ἀκουόντων ἐπιλέξασθαι τὰ οἰκεῖα. Οὕτω γὰρ κἀκεῖνα ἀνεπαχθῆ ἐγίνετο, καὶ ταῦτα εἰς ζῆλον ἦγε πολύν. γʹ. Οὕτω καὶ νῦν χρὴ τοὺς ἐγκαλουμένους διακεῖσθαι, θρηνεῖν καὶ ὀδύρεσθαι, οὕτω τοὺς διδασκάλους ποθεῖν, οὕτω μᾶλλον πατέρων ἐπιζητεῖν. ∆ι' ἐκείνων μὲν γὰρ τὸ ζῇν, διὰ δὲ τούτων τὸ καλῶς ζῇν γίνεται. Οὕτω χρὴ φέρειν ἐπιτιμήσεις πατέρων, οὕτω τοῖς προηγουμένοις χρεὼν συναλγεῖν ἐπὶ τοὺς ἁμαρτάνοντας. Οὐ γὰρ ἐν αὐτοῖς κεῖται τὸ πᾶν, ἀλλὰ καὶ ἐν ὑμῖν. Κἂν γὰρ ἴδῃ ὁ ἡμαρτηκὼς, ὅτι ἐπετιμήθη μὲν παρὰ τοῦ πατρὸς, ἐκολακεύθη δὲ παρὰ τῶν ἀδελφῶν, ῥᾳθυμότερος γίνεται. Ἀλλ' ὅταν ὁ πατὴρ ἐπιτιμήσῃ, συνοργίσθητι καὶ σὺ, εἴτε ὡς ἀδελφοῦ κηδόμενος, εἴτε ὡς πατρὶ συναγανακτῶν· μόνον ἐπίδειξαι πολλὴν τὴν σπουδὴν, καὶ πένθησον, μὴ ὅτι ἐπετιμήθη, ἀλλ' ὅτι ἥμαρτεν. Ἂν δὲ οἰκοδομήσω μὲν ἐγὼ, καταλύσῃς δὲ σὺ, τί ὠφελήσαμεν πλέον ἢ κόπους; Μᾶλλον δὲ οὐ μέχρι τούτου σοι τὰ τῆς ζημίας, ἀλλὰ καὶ κόλασιν ἄγεις ἐπὶ σαυτόν. Ὁ γὰρ κωλύων τὸ τραῦμα θεραπευθῆναι, τοῦ πεποιηκότος αὐτὸ οὐκ ἐλάττονα ἔχει κόλασιν, ἀλλὰ καὶ