1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

160

καὶ ῥυθμίζων ταῦτα ἐπιτάττει· καὶ ὅταν λέγῃ, Ἐπείνασα· οὐ δεόμενος τῆς παρ' ἡμῶν διακονίας, ἀλλὰ σὲ ἀλείφων εἰς φιλανθρωπίαν. Ἠδύνατο γὰρ καὶ χωρὶς σοῦ τὸν πένητα τρέφειν, ἀλλὰ θησαυρόν σοι χαριζόμενος μέγιστον, ταῦτα ἐπέταξεν. Εἰ γὰρ ὁ ἥλιος, κτίσμα ὢν, οὐδὲ δεῖται τῶν ἡμετέρων ὀφθαλμῶν (μένει γὰρ τὴν οἰκείαν φαιδρότητα ἔχων, κἂν μηδεὶς εἰς αὐτὸν ἐμβλέπῃ), οἱ δὲ κερδαίνοντες ἡμεῖς ἐσμεν, ὅταν αὐτοῦ τῆς ἀκτῖνος ἀπολαύσωμεν· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο συμβαίνει. Ἵνα δὲ καὶ ἑτέρωθεν τοῦτο μάθῃς, ἄκουε· Πόσον εἶναι βούλει τὸ μέσον τοῦ Θεοῦ καὶ ἡμῶν; ἆρα ὅσον κωνώπων καὶ ἡμῶν ἢ πολλῷ πλέον; Εὔδηλον ὅτι πολλῷ πλέον, καὶ ἄπειρον. Εἰ τοίνυν ἡμεῖς οἱ κενόδοξοι τῆς παρὰ τῶν κωνώπων οὐ δεόμεθα βοηθείας ἢ δόξης, πολλῷ μᾶλλον τὸ θεῖον, καὶ ἀπαθὲς ὂν καὶ ἀνενδεές. Τοσοῦτον ἡμῶν τοίνυν ἀπολαύει, ὅσον εὐεργετούμεθα, ὅσον ἐντρυφᾷ ἡμῶν τῇ σωτηρίᾳ. ∆ιὰ τοῦτο καὶ πολλαχοῦ τὰ αὑτοῦ ἀφιεὶς, τὰ σὰ ζητεῖ. Εἴ τις γὰρ, φησὶ, γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Ὁ δὲ ἀπολύων γυναῖκα παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχεύεσθαι. Εἶδες ἄφατον ἀγαθότητα; Ἐὰν ᾖ πόρνη ἡ γυνὴ, φησὶν, 61.610 οὐκ ἀναγκάζω συνοικεῖν· ἐὰν δὲ ἄπιστος, οὐ κωλύω. Πάλιν, ἐὰν λυπῇ πρός τινα, κελεύω ἀφεῖναί μου τὴν προσφορὰν, καὶ προσδραμεῖν πρὸς τὸν λελυπηκότα. Ἐὰν γὰρ προσφέρῃς τὸ δῶρόν σου, φησὶ, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Τί δὲ ἡ παραβολὴ τοῦ πάντα κατεδηδοκότος; οὐ τοῦτο ἐνδείκνυται; Ὅτε μὲν γὰρ τὰ μύρια τάλαντα κατέφαγεν, ἠλέησεν αὐτὸν, καὶ ἀφῆκεν· ὅτε δὲ ἑκατὸν δηνάρια ἀπῄτει τὸν σύνδουλον, καὶ πονηρὸν ἐκάλεσε, καὶ τῇ κολάσει παρέδωκεν· οὕτω πολὺς αὐτῷ λόγος ἐστὶ τῆς ἀναπαύσεως τῆς σῆς. Εἰς τὴν γυναῖκα τοῦ δικαίου ἔμελλεν ἁμαρτάνειν ὁ βάρβαρος, καί φησιν, Ἐφεισάμην σου τοῦ ἁμαρτῆσαι εἰς ἐμέ. Τοὺς ἀποστόλους ἐδίωκεν ὁ Παῦλος, καὶ λέγει πρὸς αὐτόν· Τί με διώκεις; Ἄλλοι πεινῶσι, καὶ λέγει αὐτὸς πεινᾷν, καὶ γυμνὸς περιιέναι καὶ ξένος, βουλόμενός σε ἐντρέπειν, καὶ ταύτῃ εἰς τὸν τῆς ἐλεημοσύνης λόγον ἐμβαλεῖν. Ἐννοοῦντες τοίνυν τὴν ἀγάπην, ὅσην διὰ πάντων ἐπεδείξατο καὶ ἐπιδείκνυται, γνωρίσαι τε ἡμῖν ἑαυτὸν καταξιώσας· ὅπερ μέγιστόν ἐστι κεφάλαιον τῶν ἀγαθῶν, καὶ φῶς διανοίας, καὶ διδασκαλία ἀρετῆς· καὶ βίον ἀρεστὸν νομοθετήσας, καὶ πάντα δι' ἡμᾶς ἐργασάμενος, καὶ τὸν Υἱὸν δεδωκὼς, καὶ βασιλείαν ἐπαγγειλάμενος, καὶ ἐπὶ τὰ ἀπόῤῥητα ἡμᾶς καλῶν ἀγαθὰ, καὶ μακαριωτάτην ζωὴν παρασκευάσας ἡμῖν, ἅπαντα ποιῶμεν καὶ λέγωμεν, ὥστε καὶ τῆς ἀγάπης ἄξιοι φανῆναι τῆς αὐτοῦ, καὶ ἐπιτυχεῖν τῶν μελλόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.