1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

27

ταπεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων. ∆ιὰ τί δὲ ἔγραφες; Ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ' ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Ἐπειδὴ γὰρ εἶ 61.420 πεν, ὅτι Εὐφραίνομαι, ἀλγούντων ὑμῶν, καὶ ἔτι αὐθαδέστερον τοῦτο ἦν καὶ τραχύτερον, πάλιν αὐτὸ ἀνέστρεψεν ἑτέρως, καὶ ἡμερώτερον αὐτὸ ἐποίησεν οἷς ἐπήγαγε. ∆ιὰ τοῦτο γὰρ, φησὶ, προέγραψα ὑμῖν, ἵνα μὴ ἐν ὀδύνῃ ὑμᾶς εὕρω μὴ διορθωθέντας. ∆ιὰ τοῦτο εἶπον, Ἵνα μὴ λυπηθῶ, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ τὸ ὑμέτερον. Οἶδα γὰρ, ὅτι ἐὰν ἴδητε χαίροντα, χαίρετε· κἂν θεάσησθε ἀλγοῦντα, ἀλγεῖτε. Ὅρα τοίνυν ἄνωθεν τὴν ἀκολουθίαν τῶν εἰρημένων· οὕτω γὰρ εὐμαθέστερος ἡμῖν ἔσται ὁ λόγος. Οὐκ ἦλθον, φησὶν, ἵνα μὴ λυπήσω ὑμᾶς, ἀδιορθώτους εὑρών. Τοῦτο δὲ ἐποίουν, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ τὸ ὑμέτερον. Ἐγὼ μὲν γὰρ λυπουμένων ὑμῶν, ἔχω ἡδονὴν οὐ μικρὰν, ὅταν ἴδω τοσοῦτον ἐμοῦ φροντίζοντας, ὡς καὶ λυπεῖσθαι καὶ ἀλγεῖν ἀγανακτοῦντος ἐμοῦ. Τίς γάρ ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Πλὴν ἀλλὰ καὶ οὕτω διακείμενος, ἐπειδὴ τὸ ὑμέτερον σκοπῶ, ἔγραψα ὑμῖν τὸ αὐτὸ τοῦτο, ἵνα μὴ λυπηθῶ· καὶ ἐν τούτῳ πάλιν οὐ τὸ ἐμὸν σκοπῶν, ἀλλὰ τὸ ὑμέτερον. Οἶδα γὰρ ὅτι καὶ ὑμεῖς μέλλετε λυπεῖσθαι, ἀλγοῦντά με ὁρῶντες, ὥσπερ οὖν καὶ εὐφραίνεσθαι, χαίροντα θεωροῦντες. Σκόπει τοίνυν σύνεσιν· Εἶπεν· Ἵνα μὴ λυπήσω οὐκ ἦλθον, καίτοι γε εὐφραίνομαι, φησίν. Εἶτα ἵνα μὴ δόξῃ ἐκείνων ἀλγούντων εὐφραίνεσθαι, Κατὰ τοῦτο, φησὶ, χαίρω, καθὸ καθάπτομαι· ἐπεὶ καθ' ἕτερον λυποῦμαι, ὅταν τοὺς οὕτω φιλοῦντας ἀναγκάζωμαι λυπεῖν, οὐ τούτῳ μόνον τῷ ἐπιτιμᾷν, ἀλλὰ τῷ καὶ αὐτὸς ἐν λύπῃ εἶναι, καὶ ὑμᾶς διὰ τούτου πάλιν λυπεῖν. Σκόπει δὲ πῶς αὐτὸ καὶ μετ' ἐγκωμίου τίθησι λέγων· Ἀφ' ὧν ἔδει με χαίρειν. Τοῦτο γὰρ γνησιότητα μαρτυροῦντός ἐστι, καὶ πολλὴν φιλοστοργίαν· ὡς ἂν εἰ περὶ υἱῶν τις εἶπε πολλὰ εὐεργετηθέντων, καὶ περὶ οὓς ἐπόνησεν. Εἰ τοίνυν διὰ τοῦτο γράφω, καὶ οὐκ ἔρχομαι, μέγα τι οἰκονομῶν οὐκ ἔρχομαι, καὶ οὐ μισῶν οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ καὶ σφόδρα φιλῶν. Εἶτα, ἐπειδὴ εἶπεν, ὅτι Ὁ λυπῶν εὐφραίνει, ἵνα μὴ λέγωσι· Τοῦτο οὖν αὐτὸ σπουδάζεις, ἵνα εὐφραίνῃ καὶ ἐπιδείξῃ πᾶσι πόσην ἔχῃς ἰσχύν; ἐπήγαγεν· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων· οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Τί ταύτης φιλοστοργότερον τῆς ψυχῆς; Αὐτῶν γὰρ τῶν ἡμαρτηκότων οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῷ πλέον δείκνυσιν ἑαυτὸν ἀλγήσαντα. Οὐ γὰρ, Ἀπὸ θλίψεως, φησὶ μόνον, ἀλλ', Ἀπὸ πολλῆς· οὐδὲ, ∆ακρύων, ἀλλὰ ∆ιὰ πολλῶν δακρύων καὶ συνοχῆς καρδίας· τουτέστιν, Ἀπηγχονιζόμην, ἀπεπνιγόμην ὑπὸ τῆς ἀθυμίας· καὶ μηκέτι φέρων τῆς ἀθυμίας τὸ νέφος, ἔγραψα ὑμῖν· Οὐχ ἵνα λυπηθῆτε, ἀλλ' ἵνα γνῶτε τὴν ἀγάπην, φησὶν, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν· Οὐχ ἵνα λυπηθῆτε, ἀλλ' ἵνα διορθωθῆτε· καὶ γὰρ διὰ τοῦτο ἔγρα 61.421 ψεν· ἀλλ' οὐ λέγει τοῦτο, ἀλλὰ καταγλυκαίνων μᾶλλον τὸν λόγον, καὶ εἰς μεῖζον φίλτρον αὐτοὺς ἐπισπώμενος, τοῦτο ἀντ' ἐκείνου τίθησι, δεικνὺς ὅτι πάντα ἀπὸ ἀγάπης ποιεῖ. Καὶ οὐχ ἁπλῶς φησιν, Ἀγάπην, ἀλλ', Ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Βούλεται γὰρ αὐτοὺς καὶ ταύτῃ ἐπισπάσασθαι, τῷ δεῖξαι ὅτι πλέον πάντων αὐτοὺς φιλεῖ, καὶ ὡς περὶ ἐξαιρέτους μαθητὰς διάκειται. ∆ιό φησιν· Εἰ καὶ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· καὶ, Ἐὰν πολλοὺς παιδαγωγοὺς ἔχητε, ἀλλ' οὐ πολλοὺς πατέρας· καὶ πάλιν, Ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς· καὶ προϊών φησι· Καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι· καὶ ἐνταῦθα, Ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. γʹ. Ὥστε εἰ καὶ θυμοῦ τὰ ῥήματα ἔγεμεν, ἀλλ' ἐξ ἀγάπης ἦν πολλῆς καὶ ὀδύνης ὁ θυμός. Καὶ γράφων τὴν Ἐπιστολὴν, ἔπασχον, ἤλγουν, οὐχ ὅτι ἡμαρτήκατε μόνον, ἀλλ' ὅτι καὶ ἠναγκαζόμην λυπεῖν. Καὶ τοῦτο δὲ αὐτὸ ἐξ ἀγάπης· ὥσπερ ἂν ἔχων τις παῖδα γνήσιον σηπεδόνα ἔχοντα, ἀναγκαζόμενος τέμνειν καὶ καίειν, δι' ἀμφότερα πάσχοι, καὶ ὅτι νοσεῖ, καὶ ὅτι ἀναγκάζεται αὐτὸν