1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

125

σφόδρα ἐπλήττοντο. εʹ. Ὥστε ἐναντία ἐποίει ἀπὸ τοῦ φιλεῖν, καὶ ἐλάμβανε, καὶ οὐκ ἐλάμβανεν· ἡ δὲ ἐναντιότης παρὰ τὴν τῶν διδόντων ἕξιν. Καὶ οὐκ εἶπε μὲν, ∆ιὰ τοῦτο 61.560 οὐ λαμβάνω, ἐπειδὴ σφόδρα ὑμᾶς ἀγαπῶ, ἐπεὶ κατηγορίαν αὐτῶν εἶχε τῆς ἀσθενείας, καὶ εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ' ἔτρεψεν εἰς ἑτέραν αἰτίαν τὸν λόγον. Ποίαν δὴ ταύτην; Ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμὴν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι, καθὼς καὶ ἡμεῖς. Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδαζον, λαβήν τινα εὑρεῖν, καὶ ταύτην ἀναιρεῖν δεῖ. Τοῦτο γάρ ἐστιν ᾧ σεμνύνονται μόνον. Ἵνα τοίνυν μηδὲν πλέον ἔχωσι, καὶ τοῦτο διορθῶσαι ἔδει· ἐν γὰρ τοῖς ἄλλοις ἠλαττωμένοι ἦσαν. Οὐδὲν γὰρ, ὅπερ ἔφην, οὕτως οἰκοδομεῖ τοὺς βιωτικοὺς, ὡς τὸ μὴ λαμβάνειν. Πονηρὸς οὖν ὢν ὁ διάβολος, τοῦτο μάλιστα τὸ δέλεαρ καθῆκε, βουλόμενος αὐτοὺς εἰς ἕτερα παραβλάψαι. ∆οκεῖ δέ μοι καὶ τοῦτο ὑποκρίσεως εἶναι. ∆ιόπερ οὐδὲ εἶπεν, Ἐν ᾧ κατώρθωσαν, ἀλλὰ τί; Ἐν ᾧ καυχῶνται· ὃ καὶ εἰς ἀλαζονείαν σκώπτοντος ἦν· ἐκαυχῶντο γὰρ καὶ τοῦτο ὃ οὐκ ἦσαν. Τὸν δὲ γενναῖον ἄνδρα οὐ μόνον ἐφ' οἷς οὐκ ἔχει καυχᾶσθαι οὐ δεῖ, ἀλλ' οὐδὲ ἐν οἷς κέκτηται· καθάπερ ὁ μακάριος οὗτος ἐποίει, καθάπερ ὁ πατριάρχης Ἀβραὰμ, λέγων, Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἐπειδὴ γὰρ οὐκ εἶχεν εἰπεῖν ἁμαρτήματα, ἀλλ' ἔλαμπεν ἀπὸ κατορθωμάτων, πανταχοῦ περιδραμὼν, καὶ μὴ εὑρών τινα καθ' ἑαυτοῦ μεγίστην λαβὴν, ἐπὶ τὴν φύσιν καταφεύγει· καὶ ἐπειδὴ τὸ τῆς γῆς ὄνομα ὁπωσδήποτε σεμνὸν, καὶ τὸ τῆς σποδοῦ προσέθηκε. ∆ιὸ καὶ ἕτερός τις ἔλεγε, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Μὴ γάρ μοι τὸ ἄνθος εἴπῃς τῆς ὄψεως, μηδὲ τὸν ἀνατεταμένον αὐχένα, μηδὲ τὴν χλανίδα καὶ τὸν ἵππον καὶ τοὺς ἀκολούθους· ἀλλὰ ποῦ τελευτᾷ ταῦτα πάντα λογίζου καὶ προστίθει. Ἐὰν δὲ τὰ φαινόμενα λέγῃς, καὶ ἐγώ σοι τὰ ἐν ταῖς Γραφαῖς ἐρῶ, τὰ πολλῷ τούτων λαμπρότερα. Ἀλλ' ὥσπερ ἐκεῖνα διὰ τὴν ὄψιν οὐ θαυμάζομεν, τὴν οὐσίαν αὐτῶν ὁρῶντες ὅτι πηλός ἐστι τὸ πᾶν· οὕτω δὴ μηδὲ ταῦτα. Καὶ γὰρ καὶ ταῦτα πηλός· μᾶλλον δὲ, καὶ πρὶν διαλυθῆναι καὶ γενέσθαι κόνιν. ∆εῖξόν μοι τοῦτον τὸν ἀνατεταμένον πυρέττοντα, ψυχοῤῥαγοῦντα· καὶ τότε σοι διαλέξομαι, καὶ ἐρήσομαι τί γέγονεν ὁ πολὺς κόσμος ἐκεῖνος, ποῦ δὲ οἴχεται ἡ πολλὴ κολακεία, καὶ ἡ θεραπεία τῶν δούλων, καὶ ἡ περιουσία τῶν χρημάτων, τῶν κτημάτων, ποῖος ἄνεμος ἐπεισελθὼν ἐξεφύσησε πάντα. Ἀλλὰ ἐρεῖς, ὅτι καὶ ἐπὶ τῆς κλίνης κείμενος φέρει τοῦ πλούτου καὶ τοῦ τύφου τὰ σύμβολα, ἐσθῆτος λαμπρᾶς ἐπικειμένης, πενήτων καὶ πλουσίων προπεμπόντων, δήμων εὐφημούντων. Μάλιστα μὲν καὶ ταῦτα κατάγελως· πλὴν ἀλλὰ καὶ ταῦτα εὐθέως ἐλέγχεται ὥσπερ ἄνθος διαῤῥέοντα. Ὅταν γὰρ τὸν οὐδὸν ὑπερβῶμεν τῶν τῆς πόλεως πυλῶν, καὶ τοῖς σκώληξι παραδόντες τὸ σῶμα ὑποστρέφωμεν, πάλιν σε ἐρήσομαι, ποῦ πορεύεται ὁ πολὺς ὄχλος ἐκεῖνος; τί γέγονεν ἡ κραυγὴ καὶ ὁ θόρυβος; ποῦ δὲ αἱ λαμπάδες; ποῦ δὲ οἱ χοροὶ τῶν γυναικῶν; ἆρα μὴ ὄναρ ταῦτά ἐστι; τί δὲ καὶ ἐγένοντο αἱ βοαί; ποῦ τὰ στόματα τὰ πολλὰ ἐκεῖνα τὰ κραυγάζοντα, καὶ παρακελευόμενα θαῤῥεῖν, ὅτι οὐδεὶς θάνατος; Οὐ νῦν ταῦτα ἔδει λέγεσθαι τῷ μὴ ἀκούοντι, ἀλλ' ὅτε ἥρπαζεν, ὅτε ἐπλεονέκτει, τότε μικρὸν παραλλάξαντας ἔδει λέγειν· Οὐ δεῖ θαρσεῖν, οὐδεὶς ἀθάνατος· 61.561 ἐπίσχες τῆς μανίας, σβέσον τὴν ἐπιθυμίαν, μηδὲ θάρσει τῷ ἀδικουμένῳ. Ἐπεὶ τούτῳ γε τὸ τὰ τοιαῦτα νῦν λέγειν, καὶ φειδομένων ἐστὶ καὶ εἰρωνευομένων· οὐ γὰρ διὰ τοῦτο αὐτὸν χρὴ θαῤῥεῖν λοιπὸν, ἀλλὰ δεδοικέναι καὶ τρέμειν. Ἀλλ' εἰ καὶ ἐκείνῳ ταῦτα ἀνόνητα λοιπὸν ἐξελθόντι τὸ στάδιον, κἂν οἱ τὰ αὐτὰ νοσοῦντες τῶν πλουτούντων, καὶ ἐπὶ τὸ σῆμα ἀκολουθοῦντες, ἀκουέτωσαν. Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημάτων οὐδὲν τοιοῦτον ἐννοοῦσιν, ἀλλ' ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε καὶ ἡ ὄψις τοῦ κειμένου πιστοῦται τὸ λεγόμενον, σωφρονείσθωσαν, παιδευέσθωσαν, ἐννοοῦντες ὅτι μικρὸν ὕστερον καὶ αὐτοὺς ἥξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν ἥρπασαν, ὧν ἐπλεονέκτησαν. Καὶ τί ταῦτα πρὸς τοὺς πένητας, φησί; Μάλιστα μὲν πολλοῖς καὶ τοῦτο ἡδὺ, τὸ ἰδεῖν κολαζόμενον