1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

31

οὐδέν. Ἔδειξε πῶς ἀφίησιν ἁμαρτίας ὁ Θεός· τί τοίνυν ἐκείνην ἀφέντες τὴν ὁδὸν, ἑτέραν ἑαυτοῖς τέμνετε; Ἥμαρτον οἱ Νινευῖταί ποτε, καὶ ἐποίησαν ταῦτα, ἃ καὶ ὑμεῖς ποιεῖτε νῦν· ἀλλ' ἴδωμεν τί αὐτοὺς ὠφέλησε. Καθάπερ γὰρ ἐπὶ τῶν καμνόντων πολλὰ μὲν ἐπάγουσιν οἱ ἰατροὶ, ὁ δὲ συνετὸς οὐ τοῦτο σκοπεῖ, ὅτι τὸ καὶ τὸ ἐποίησεν ὁ ἀῤῥωστῶν, ἀλλὰ τί αὐτὸν ὠφέλησεν· οὕτω καὶ ἐνταῦθα σκοπεῖν δεῖ. Τί οὖν ὠφέλησε τοὺς βαρβάρους ἐκείνους; Ἐπέθηκαν νηστείαν τοῖς τραύμασι, καὶ σφοδρὰν νηστείαν ἐπέθηκαν, καὶ χαμευνίαν καὶ σάκκου περιβολὴν καὶ τέφραν καὶ ὀδυρμούς· ἐπέθηκαν καὶ μεταβολὴν βίου. ϛʹ. Ἴδωμεν οὖν τί τούτων ἐποίησεν αὐτοὺς ὑγιεῖς. Καὶ πόθεν εἰσόμεθα, φησίν; Ἂν πρὸς τὸν ἰατρὸν ἔλθωμεν, ἂν αὐτὸν ἐρωτήσωμεν· οὐ γὰρ ἀποκρύψεται ἡμᾶς, ἀλλὰ καὶ σφόδρα ἐρεῖ. Μᾶλλον δὲ ἵνα μηδεὶς ἀγνοῇ, μηδὲ ἐρέσθαι δέηται, καὶ ἀνέγραψε τὸ φάρμακον τὸ ἀναστῆσαν αὐτούς. Τί οὖν τοῦτό ἐστιν; 61.426 Εἶδε, φησὶν, ὁ Θεὸς ὅτι ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς. Οὐκ εἶπεν, ὅτι Εἶδε νηστείαν καὶ σάκκον καὶ σποδόν. Καὶ ταῦτα οὐ νηστείαν ἀναιρῶν λέγω· μὴ γένοιτο· ἀλλὰ τὸ τῆς νηστείας κρεῖττον ποιεῖν παραινῶν, τὸ πάσης κακίας ἀπέχεσθαι. Ἥμαρτε καὶ ὁ ∆αυΐδ· ἴδωμεν οὖν καὶ οὗτος πῶς μετενόησε. Τρεῖς ἡμέρας ἐκάθισεν ἐπὶ τέφρας. Ἀλλ' ἐκεῖνος οὐχ ὑπὲρ τῆς ἁμαρτίας ἐποίει, ἀλλ' ὑπὲρ τοῦ παιδίου, μεθύων ἔτι τῷ πάθει· τὴν δὲ ἁμαρτίαν ἑτέρως ἀπέσμηχε, ταπεινοφροσύνῃ, συντριβῇ καρδίας, κατανύξει ψυχῆς, τῷ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, τῷ μεμνῆσθαι διηνεκῶς αὐτῆς, τῷ φέρειν εὐχαρίστως τὰ ἐπιόντα ἅπαντα, τῷ φείδεσθαι τῶν λυπούντων, τῷ μὴ ἀμύνεσθαι τοὺς ἐπιβουλεύοντας, ἀλλὰ καὶ τοὺς βουλομένους τοῦτο ποιεῖν, κωλύειν. Ὅτε γοῦν αὐτὸν ὁ Σεμεεὶ μυρίοις ἔπλυνεν ὀνείδεσι, τοῦ στρατηγοῦ τοῦ παρόντος ἀγανακτοῦντος, ἔλεγεν, Ἄφες αὐτὸν καταρᾶσθαί με, ὅτι Κύριος ἐνετείλατο αὐτῷ. Καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην εἶχεν, ὃ μάλιστα αὐτοῦ τὰ ἁμαρτήματα ἀπέσμηχε· καὶ γὰρ τοῦτο ἐξομολόγησις, τοῦτο μετάνοια. Ἂν δὲ νηστεύοντες ἀλαζόνες ὦμεν, οὐ μόνον οὐδὲν ὠφελήθημεν, ἀλλὰ καὶ ἐβλάβημεν. Ταπείνωσον τοίνυν τὴν καρδίαν καὶ σὺ, ἵνα τὸν Θεὸν ἐπισπάσῃ· Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ. Οὐχ ὁρᾷς ἐν ταῖς οἰκίαις ταῖς λαμπραῖς τοὺς ἠτιμωμένους, πῶς οὐδὲ τῶν ἐλαττόνων οἰκετῶν ὑβριζόντων αὐτοὺς οὐκ ἀντιλέγουσιν, ἀλλὰ φέρουσι διὰ τὴν ἀτιμίαν, ᾗ περιέβαλεν αὐτοὺς ἡ ἁμαρτία; Οὕτω καὶ σὺ ποίει· κἂν λοιδορήσῃ σέ τις, μὴ ἀγριάνῃς, ἀλλὰ στέναξον, μὴ ἐπὶ τῇ ὕβρει, ἀλλ' ἐπὶ τῇ ἁμαρτίᾳ τῇ σε εἰς ἀτιμίαν ἐμβαλούσῃ. Στέναξον ὅταν ἁμάρτῃς, μὴ ὅτι κολάζεσθαι μέλλεις· τοῦτο γὰρ οὐδέν· ἀλλ' ὅτι προσέκρουσάς σου τῷ ∆εσπότῃ τῷ οὕτως ἡμέρῳ, τῷ οὕτω σε φιλοῦντι καὶ ἐκκρεμαμένῳ τῆς σωτηρίας τῆς σῆς, ὡς καὶ τὸν Υἱὸν ἐπιδοῦναι ὑπὲρ σοῦ. ∆ιὰ ταῦτα στέναξον, καὶ τοῦτο ποίει διηνεκῶς· τοῦτο γὰρ ἐξομολόγησις. Μὴ νῦν μὲν φαιδρὸς, αὔριον δὲ σκυθρωπὸς, εἶτα φαιδρὸς, ἀλλὰ διαπαντὸς μένε ἐν τῷ πενθεῖν καὶ συντρίβειν σαυτόν. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, τουτέστιν, οἱ διηνεκῶς τοῦτο ποιοῦντες. Μένε τοῦτο ποιῶν διηνεκῶς, καὶ σαυτῷ προσέχων, καὶ συντρίβων σου τὴν καρδίαν, ὡς ἄν τις γνήσιον υἱὸν ἀποβαλὼν πενθοίη. ∆ιαῤῥήξατε, φησὶ, τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν. Τὸ δὲ διεῤῥωγὸς οὐκ ἂν ἐπαρθείη· τὸ συντετριμμένον οὐκ ἂν ἐξανασταίη. ∆ιὰ τοῦτο ὁ μὲν λέγει, ∆ιαῤῥήξατε, ὁ δὲ λέγει, Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Κἂν σοφὸς ᾖς, κἂν πλούσιος, κἂν δυνάστης, διάῤῥηξον τὴν καρδίαν, μὴ ἀφῇς αὐτὴν μέγα φρονεῖν μηδὲ φυσᾶσθαι. Τὸ γὰρ διεῤῥωγὸς οὐ φυσᾶται, κἂν ᾖ τι τὸ ἐπαῖρον, οὐ δύναται στέγειν τὸ φύσημα τῷ διεῤῥῆχθαι. Οὕτω καὶ σὺ ταπεινοφρόνησον· ἐννόησον ὅτι τελώνης ἀπὸ ῥήματος ἑνὸς ἐδικαιώθη· καίτοι γε οὐδὲ ταπεινοφροσύνη ἐκεῖνο ἦν, ἀλλ' ὁμολογία ἀληθής. Εἰ δὲ τοῦτο τοσαύτην ἔχει ἰσχὺν, πόσῳ μᾶλλον ταπεινοφροσύνη; Ἄφες ἁμαρτή 61.427 ματα τοῖς πεπλημμεληκόσιν εἰς σέ· καὶ γὰρ καὶ τοῦτο ἁμαρτίας ἀφίησι. Καὶ περὶ μὲν τοῦ