1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

67

δὲ αὐτὸς αἴτιος. Οὐ γὰρ ἡμεῖς αὐτῷ προσεδράμομεν, ἀλλ' αὐτὸς ἡμᾶς ἐκάλεσε. Πῶς ἐκάλεσε; ∆ιὰ τῆς τοῦ Χριστοῦ σφαγῆς. Καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Πάλιν ἐνταῦθα δείκνυσι τὸ τῶν ἀποστόλων ἀξίωμα, δεικνὺς ἡλίκον πρᾶγμα ἐνεχειρίσθησαν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολήν. Οὐδὲ γὰρ, ἐπειδὴ παρήκουσαν τοῦ ἐλθόντος πρεσβευτοῦ, παρωξύνθη καὶ ἀφῆκεν αὐτοὺς, ἀλλ' ἐπιμένει παρακαλῶν καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων. Τίς ἂν ταύτην ἀξίως ἐκπλαγείη τὴν κηδεμονίαν; Ἐσφάγη ὁ Υἱὸς ἐπὶ καταλλαγὰς ἐλθὼν, ὁ γνήσιος καὶ μονογενὴς, καὶ οὐδὲ οὕτως ἀπεστράφη τοὺς ἀνῃρηκότας ὁ Πατὴρ, οὐδὲ εἶπεν, Ἔπεμψα τὸν Υἱόν μου πρεσβευσόμενον, οἱ δὲ οὐ 61.477 μόνον οὐκ ἠθέλησαν ἀκοῦσαι, ἀλλὰ καὶ ἀνεῖλον καὶ ἐσταύρωσαν· ἄξιον αὐτοὺς ἀφεῖναι λοιπόν· ἀλλὰ τοὐναντίον ἅπαν, ἐπειδὴ ἐκεῖνος ἀπῆλθεν, ἡμῖν τὸ πρᾶγμα ἐπίστευσε. ∆όντος γὰρ ἡμῖν, φησὶ, τὴν διακονίαν τῆς καταλλαγῆς. Ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν. Εἶδες ἀγάπην πάντα λόγον, πάντα ὑπερβαίνουσαν νοῦν; Τίς ὁ ὑβρισμένος; Αὐτός. Τίς ὁ πρῶτος ἐλθὼν εἰς καταλλαγάς; Αὐτός. Καὶ μὴν τὸν Υἱὸν ἔπεμψε, φησὶν, οὐκ αὐτὸς ἦλθε. Τὸν Υἱὸν μὲν ἔπεμψεν, οὐκ αὐτὸς δὲ παρεκάλει μόνον, ἀλλὰ καὶ μετ' αὐτοῦ καὶ δι' αὐτοῦ ὁ Πατήρ· διὸ ἔλεγεν, ὅτι Ὁ Θεὸς ἦν ὁ καταλλάσσων ἑαυτῷ τὸν κόσμον ἐν Χριστῷ. Τουτέστι, διὰ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ εἶπε, Τοῦ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ἐπιδιορθώσει κέχρηται, λέγων· Μὴ νομίσητε, ὅτι ἡμεῖς ἐσμεν οἱ τοῦ πράγματος αὐθένται· διάκονοί ἐσμεν· ὁ δὲ τὸ πᾶν ἐργαζόμενος Θεός ἐστιν, ὁ διὰ τοῦ Μονογενοῦς τὴν οἰκουμένην καταλλάξας. Καὶ πῶς κατήλλαξεν ἑαυτῷ; τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, οὐχ ὅτι φίλος ἐγένετο μόνον, ἀλλ' ὅτι καὶ οὕτω φίλος. Οὕτω· πῶς; Ἀφεὶς αὐτοῖς τὰ ἁμαρτήματα· ἄλλως γὰρ οὐκ ἦν· διὸ καὶ ἐπήγαγε, Μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν. Καὶ γὰρ εἰ ἠθέλησεν ἀπαιτῆσαι λόγον τῶν πεπλημμελημένων, πάντες ἂν ἀπωλόμεθα· οἱ γὰρ πάντες ἀπέθανον. Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν ἁμαρτημάτων, οὐ μόνον οὐκ ἀπῄτησε δίκην, ἀλλὰ καὶ κατηλλάγη· οὐ μόνον ἀφῆκεν, ἀλλ' οὐδὲ ἐλογίσατο. Οὕτω καὶ ἡμᾶς ἀφιέναι χρὴ τοῖς ἐχθροῖς, ἵνα τῆς αὐτῆς καὶ αὐτοὶ τύχωμεν ἀφέσεως. Καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Οὐδὲ γὰρ ἡμεῖς ἐπί τι φορτικὸν ἤλθομεν νῦν, ἀλλ' ἵνα φίλους πάντας ποιήσωμεν τῷ Θεῷ. Ἐπειδὴ γὰρ ἐμοὶ, φησὶν, οὐκ ἐπείσθησαν, παραμείνατε παρακαλοῦντες ὑμεῖς, ἕως ἂν πείσητε. ∆ιὸ καὶ ἐπήγαγεν· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. ∆εόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. γʹ. Εἶδες πῶς ἦρε τὸ πρᾶγμα, τὸν Χριστὸν εἰσαγαγὼν τιθέντα τὴν ἱκετηρίαν ταύτην; μᾶλλον δὲ οὐχὶ τὸν Χριστὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα; Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἔπεμψε τὸν Υἱὸν ὁ Πατὴρ παρακαλέσαι, καὶ πρεσβεύσασθαι πρὸς τὴν τῶν ἀνθρώπων φύσιν ὑπὲρ αὑτοῦ. Ἐπεὶ οὖν σφαγεὶς ἐκεῖνος ἀπῆλθεν, ἡμεῖς διεδεξάμεθα τὴν πρεσβείαν, καὶ ἀντ' αὐτοῦ καὶ τοῦ Πατρὸς παρακαλοῦμεν ὑμᾶς. Τοσούτου τιμᾶται τὸ τῶν ἀνθρώπων γένος, ὅτι καὶ τὸν Υἱὸν ἐπέδωκε, καὶ ταῦτα εἰδὼς ὅτι σφαγήσεται, καὶ ἀποστόλους ἡμᾶς δι' ὑμᾶς ἐποίησεν· ὥστε εἰκότως ἔλεγε, Πάντα δι' ὑμᾶς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν. Τουτέστιν, ἀντὶ τοῦ Χριστοῦ· ἡμεῖς γὰρ ἀνεδεξάμεθα τὰ ἐκείνου. Εἰ δὲ μέγα σοι δοκεῖ τοῦτο εἶναι, ἄκουσον καὶ τῶν ἑξῆς, δι' ὧν δείκνυσιν, ὅτι οὐκ ἀντ' αὐτοῦ μόνον, ἀλλὰ καὶ ἀντὶ τοῦ Πατρὸς τοῦτο ποιοῦσι. ∆ιὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Οὐ γὰρ διὰ τοῦ Υἱοῦ αὐτοῦ παρακαλεῖ μόνον, ἀλλὰ καὶ δι' ἡμῶν τῶν τὸ ἐκείνου ἀναδεξαμένων ἔργον. Μὴ τοίνυν νο 61.478 μίσητε, φησὶν, ὑφ' ἡμῶν ἀξιοῦσθαι· αὐτὸς ὁ Χριστὸς ὑμᾶς παρακαλεῖ, αὐτὸς ὁ τοῦ Χριστοῦ Πατὴρ δι' ἡμῶν. Τί ταύτης τῆς ὑπερβολῆς γένοιτ' ἂν ἴσον; Αὐτὸς γὰρ ὁ μυρία εὐεργετήσας ὑβρισθεὶς, οὐ μόνον οὐκ ἀπῄτησε δίκην, ἀλλὰ καὶ ἔδωκε τὸν Υἱὸν αὐτοῦ, ἵνα καταλλαγῶμεν. Οὐ κατηλλάγησαν οἱ δεξάμενοι, ἀλλὰ καὶ ἔσφαξαν. Πάλιν ἔπεμψεν ἑτέρους πρέσβεις