1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

19

τὴν διὰ τῶν γραμμάτων, καὶ τὴν διὰ τῆς παρουσίας. Χάριν δὲ ἐνταῦθα τὴν χαρὰν λέγει. Καὶ δι' ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. Τοῦτο οὖν βουλόμενος, μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; γʹ. Ἐνταῦθα λοιπὸν ἐξ εὐθείας ἀποδύεται τὸ ἔγκλημα τὸ ἐκ τῆς μελλήσεως καὶ τῆς ἀπουσίας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἐβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς· τίνος οὖν ἕνεκεν οὐκ ἦλθον; ἆρα ὡς κοῦφος καὶ εὐρίπιστος; τοῦτο γάρ ἐστι, Μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Οὐδαμῶς· ἀλλὰ διὰ τί; Ὅτι ἃ βουλεύομαι, οὐ κατὰ σάρκα βουλεύομαι. Τί ἐστιν, Οὐ κατὰ σάρκα; Οὐ σαρκικῶς βουλεύομαι. Ἵνα ᾖ παρ' ἐμοὶ τὸ Ναὶ ναὶ, καὶ τὸ Οὒ οὔ. Ἀλλ' ἔτι καὶ τοῦτο ἀσαφές. Τί οὖν ἐστιν ὅ φησιν; Ὁ σαρκικὸς ἄνθρωπος, τουτέστιν, ὁ τοῖς παροῦσι προσηλωμένος καὶ ἐν τούτοις διαπαντὸς ὢν, καὶ τῆς τοῦ Πνεύματος ἐνεργείας ἐκτὸς τυγχάνων, πανταχοῦ ἀπιέναι δύναται, καὶ πλανᾶσθαι ὅπου βούλεται· ὁ δὲ ὑπηρέτης τοῦ Πνεύματος, καὶ ὑπ' ἐκείνου ἀγόμενος καὶ περιαγόμενος, οὐ δύναται κύριος εἶναι τῆς ἑαυτοῦ γνώμης πανταχοῦ, τῆς ἐκεῖθεν ἐξουσίας ἐξαρτήσας αὐτήν· ἀλλὰ τοιοῦτον ὑπομένει, οἷον ἂν εἰ δοῦλος εὐδοκιμῶν, καὶ πανταχοῦ περιελκόμενος ὑπὸ τῶν δεσποτικῶν ἐπιταγμάτων, καὶ οὐκ ἔχων ἐξουσίαν ἑαυτοῦ, οὐδὲ ἀναπνεῦσαι δυνάμενος οὐδὲ μικρὸν, ἐπαγγέλλοιτό τινα τοῖς συνδούλοις, εἶτα τῷ δεσπότῃ τἀναντία δοκοῦντα, μὴ ἀνύοι τὰ ἀπηγγελμένα. Τοῦτο οὖν φησιν, ὅτι Οὐ κατὰ σάρκα βουλεύομαι, καὶ οὐκ εἰμὶ τῆς τοῦ Πνεύματος ἐκτὸς κυβερνήσεως, οὐδὲ ἐξουσίαν ἔχω βαδίζειν ὅπου βούλομαι. Καὶ γὰρ ὑπόκειμαι δεσποτείᾳ τῇ τοῦ Παρακλήτου καὶ ἐπιτάγμασι, καὶ ταῖς ἐκείνου ψήφοις ἄγομαι καὶ περιάγομαι. ∆ιὰ τοῦτο οὐκ ἠδυνήθην ἐλθεῖν· οὐ γὰρ ἔδοξεν τῷ Πνεύματι. Ὃ καὶ ἐν ταῖς Πράξεσι πολλαχοῦ γέγονεν· ἀλλαχοῦ γὰρ προῃρημένον ἐλθεῖν, τὸ Πνεῦμα ἀλλαχοῦ βαδίζειν ἐκέλευεν. Ὥστε οὐ τῆς ἐμῆς ἐλαφρίας, τουτέστι. 61.409 κουφότητος, τὸ μὴ ἐλθεῖν, ἀλλὰ τὸ τοῦ Πνεύματος, ὑποκείμενον ἐκείνῳ πείθεσθαι. Εἶδες πάλιν αὐτοῦ τὸ σύνηθες θεώρημα; Ἀφ' ὧν ἐνόμιζον αὐτὸν δεικνύναι σαρκικῶς βουλευόμενον, ἐκ τοῦ μὴ πληρῶσαι τὴν ὑπόσχεσιν, ἐκ τούτου δείκνυσι μάλιστα πνευματικῶς βεβουλευμένον, καὶ τοὐναντίον σαρκικῶς βουλεύεσθαι. Τί οὖν, φησίν; οὐ μετὰ τοῦ Πνεύματος ἐπηγγείλατο; Οὐδαμῶς· καὶ γὰρ καὶ ἤδη εἶπον, ὅτι οὐ πάντα προῄδει Παῦλος τὰ μέλλοντα καὶ συμφέροντα. ∆ιὰ δὴ τοῦτο ἐν μὲν τῇ προτέρᾳ φησὶν, Ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι, δεδοικὼς αὐτὸ τοῦτο, μὴ εἰς τὴν Ἰουδαίαν εἰπὼν, ἀναγκασθῇ ἑτέρωθι ἀπελθεῖν· ἐνταῦθα δὲ ἐπειδὴ ἀπέτυχε, λέγει αὐτὸ, Καὶ ὑφ' ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. Ὃ μὲν γὰρ ἦν ἀγάπης, τίθησι, τὸ ἐλθεῖν πρὸς αὐτούς· ὃ δὲ οὐδὲν πρὸς αὐτοὺς ἦν, τὸ ἀπελθεῖν εἰς τὴν Ἰουδαίαν, οὐκέτι καὶ τοῦτο προστίθησι διωρισμένως. Ἐπειδὴ δὲ ἐλήλεγκται, ἐνταῦθα θαῤῥῶν λέγει λοιπὸν, ὅτι Εἰς τὴν Ἰουδαίαν. Καὶ τοῦτο δὲ συμφερόντως ἐγίνετο, ἵνα μή τις αὐτῶν μείζονα περὶ αὐτὸν τῆς ἀξίας ὑπόνοιαν ἔχῃ. Εἰ γὰρ καὶ τούτων ὄντων θύειν αὐτοῖς ἐβούλοντο ταύρους, ποῦ οὐκ ἂν ἐξώκειλαν ἀσεβείας, εἰ μὴ πολλὰ δείγματα τῆς ἀνθρωπίνης ἀσθενείας παρείχοντο; Καὶ τί θαυμάζεις, εἰ τὰ μέλλοντα πάντα οὐκ ᾔδει, ὅπου καὶ ἐν εὐχαῖς, πολλαχοῦ τὸ συμφέρον ἀγνοεῖ; Τὸ γὰρ, τί προσευξόμεθα, φησὶ, καθὸ δεῖ, οὐκ οἴδαμεν. Καὶ οὐ λέγει τοῦτο μόνον, ἵνα δόξῃ μετριάζειν, ἀλλὰ καὶ δείκνυσι, ποῦ τὸ συμφέρον ἐν εὐχαῖς ἠγνόησε. Ποῦ τοίνυν ἠγνόησεν; Ἡνίκα παρεκάλει τῶν πειρασμῶν ἀπαλλαγῆναι, λέγων· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Εἶδες πῶς οὐκ ἔγνω τὰ συμφέροντα αἰτῆσαι; ∆ιὸ οὐδὲ ἔλαβε, καὶ πολλάκις αἰτήσας. Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Καλῶς ἀντίθεσιν ἀνακύπτουσαν καταλύει. Εἰ γὰρ ὑποσχόμενος, φησὶ, παραγίνεσθαι ὑπερέθου, καὶ οὐκ ἔστι παρὰ σοὶ Ναὶ ναὶ, καὶ Οὒ οὒ, ἀλλὰ νῦν ἃ λέγεις ἀνατρέπεις μετὰ ταῦτα, ὥσπερ ἐπὶ τῆς σῆς ἐπιδημίας ἐποίησας·