1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

110

τοσαῦτα ἀγαθὰ τὰ διὰ τῆς ἐλεημοσύνης γινόμενα καὶ τοῖς λαμβάνουσι καὶ τοῖς παρέχουσιν· ἢ τὰ ἀπόῤῥητα ἀγαθὰ τὰ διὰ τῆς παρουσίας αὐτοῦ τῇ οἰκουμένῃ πάσῃ μετὰ πολλῆς δωρηθέντα τῆς φιλοτιμίας· ὃ καὶ μάλιστα ἔστιν ὑποπτεῦσαι. Ἵνα γὰρ καὶ καταστείλῃ, καὶ δαψιλεστέρους ἐργάσηται, ὧν ἔτυχον παρὰ τοῦ Θεοῦ, τούτων αὐτοὺς ἀναμιμνήσκει. Καὶ γὰρ μέγιστον τοῦτο εἰς προτροπὴν ἀρετῆς ἁπάσης· διὸ καὶ ἐνταῦθα τὸν λόγον κατέκλεισεν. Εἰ δὲ ἡ δωρεὰ ἀνεκδιήγητος, τί τῆς μανίας ἴσον γένοιτ' ἂν τῶν τὴν οὐσίαν αὐτοῦ περιεργαζομένων; Οὐχ ἡ δωρεὰ δὲ αὐτοῦ μόνον ἀνεκδιήγητος, ἀλλὰ καὶ ἡ εἰρήνη πάντα νοῦν ὑπερέχει, δι' ἧς τὰ ἄνω τοῖς κάτω κατήλλαξε. Σπουδάσωμεν τοίνυν τοσαύτης ἀπολαύοντες χάριτος, ἀξίαν ἐπιδείκνυσθαι τοῦ βίου τὴν ἀρετὴν, καὶ πολὺν τῆς ἐλεημοσύνης ποιεῖσθαι λόγον· ποιησόμεθα δὲ, ἂν τὴν ἀμετρίαν φύγωμεν, ἂν τὴν μέθην, ἂν τὴν ἀδηφαγίαν. Καὶ γὰρ καὶ σῖτα καὶ ποτὰ δέδωκεν ὁ Θεὸς, οὐκ εἰς ἀμετρίαν, ἀλλὰ εἰς τροφήν. Οὐδὲ γὰρ ὁ οἶνος ποιεῖ τὴν μέθην· ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἔδει μεθύειν. Ἀλλ' οὐκ ἐχρῆν, φησὶν, οὐδὲ τὸ πολὺ βλάπτειν. Μεθυόντων ταυτὶ τὰ ῥήματα. Εἰ γὰρ τὸ πολὺ βλάπτει, καὶ οὐδὲ οὕτως ἀφίστασαι τῆς πλεονεξίας· εἰ οὕτως αἰσχρὸν καὶ ἐπιβλαβὲς τοῦτο, καὶ οὐδὲ οὕτω λήγεις τῆς πονηρᾶς ἐπιθυμίας· εἰ ἐξῆν καὶ πολὺ πίνειν, καὶ μηδὲν παραβλάπτεσθαι, ποῦ ἂν ἔστης τῆς 61.539 πλεονεξίας; ἆρα οὐκ ἂν ἐπεθύμησας, καὶ τοὺς ποταμοὺς γενέσθαι οἶνον; οὐκ ἂν πάντα ἀπώλεσας καὶ διέφθειρας; Εἰ μέτρον ἐστὶ τροφῆς, καὶ τοῦτο ὑπερβάντες βλαπτόμεθα, καὶ οὐδὲ οὕτως ἀνέχῃ τοῦ χαλινοῦ, ἀλλὰ διαῤῥήξας αὐτὸν τὰ πάντων λαμβάνεις, ἵνα λειτουργήσῃς τῇ πονηρᾷ τῆς γαστριμαργίας τυραννίδι· τί οὐκ ἂν ἐποίησας, εἰ τοῦτο ἀνῃρέθη τὸ μέτρον τῆς φύσεως; Οὐκ ἂν πάντα τὸν χρόνον εἰς τοῦτο ἀνάλωσας; Ἔδει οὖν οὕτως ἐπιθυμίαν ἄτοπον ἰσχυρὰν ποιῆσαι, καὶ τὴν βλάβην μὴ κωλῦσαι τὴν ἐκ τῆς ἀμετρίας; καὶ πόσαι οὐκ ἂν ἐτέχθησαν ἐντεῦθεν ἕτεραι βλάβαι; Ἀλλ' ὢ τῶν ἀνοήτων! οἳ, καθάπερ βορβόρῳ κυλινδούμενοι τῇ μέθῃ καὶ ταῖς λοιπαῖς ἀσωτίαις, ὅταν μικρὸν ἀνανήψωσιν, οὐδὲν ἄλλο τι κάθηνται ποιοῦντες, ἢ ταυτὶ φθεγγόμενοι, ∆ιὰ τί τοῦτο εἰς τοῦτο ἀναλίσκεται, δέον τοῖς ἑαυτῶν κρίνειν πλημμελήμασιν; Ἀνθ' οὗ γὰρ λέγεις, ∆ιὰ τί ὅρους τέθεικε; διὰ τί μὴ πάντα ἀτάκτως φέρεται; εἰπὲ, ∆ιὰ τί μὴ παυόμεθα μεθύοντες; διὰ τί μὴ λαμβάνομεν κόρον; διὰ τί τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι; Ταῦτα γὰρ ἔδει ζητεῖν πρὸς ἀλλήλους, καὶ τῆς ἀποστολικῆς ἀκούειν φωνῆς, καὶ εἰδέναι πόσα τούτοις μαρτυρεῖ τὰ ἀγαθὰ ἐκ τῆς ἐλεημοσύνης, καὶ ἁρπάζειν τοῦτον τὸν θησαυρόν. Καὶ γὰρ δοκίμους τοῦτο ποιεῖ, καθάπερ αὐτὸς ἔφησε, τὸ χρημάτων ὑπερορᾷν, καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάζει, καὶ ἀγάπην θερμαίνει, καὶ μεγαλοψύχους ἐργάζεται, καὶ ἱερέας καθίστησι καὶ ἱερωσύνην πολὺν φέρουσαν τὸν μισθόν. Ὁ γὰρ ἐλεήμων οὐ ποδήρη ἐνδέδυται, οὐδὲ κώδωνας περιφέρει, οὐδὲ στέφανον ἀναδεῖται, ἀλλὰ ἀναβέβληται μὲν τῆς φιλανθρωπίας στολὴν, τῆς ἱερᾶς ἐσθῆτος ἁγιωτέραν οὖσαν, κέχρισται δὲ ἐλαίῳ, οὐκ ἐξ ὕλης αἰσθητῆς συγκειμένῳ, ἀλλ' ὑπὸ Πνεύματος γεωργουμένῳ, ἔχει δὲ στέφανον ἀπὸ τῶν οἰκτιρμῶν· Τὸν στεφανοῦντά σε γὰρ, φησὶν, ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ἀντὶ δὲ τοῦ πέταλον φέρειν ὄνομα ἔχον Θεοῦ, αὐτὸς ἴσος γίνεται τῷ Θεῷ. Πῶς γάρ; Γενήσεσθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. γʹ. Βούλει καὶ τὸ θυσιαστήριον αὐτοῦ ἰδεῖν; Οὐ Βεσελεὴλ αὐτὸ ᾠκοδόμησεν, οὔτε ἄλλος τις, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐ διὰ λίθων, ἀλλὰ δι' ὕλης τοῦ οὐρανοῦ λαμπροτέρας, διὰ ψυχῶν λογικῶν. Ἀλλὰ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσέρχεται ὁ ἱερεύς. Ἔξεστί σοι εἰς τὰ φρικωδέστερα εἰσελθεῖν θύοντι τὴν θυσίαν ταύτην, ἔνθα μηδεὶς πάρεστιν, ἀλλ' ὁ Πατήρ σου, ὁ βλέπων σε ἐν τῷ κρυπτῷ, ἔνθα μηδεὶς ἄλλος ὁρᾷ. Καὶ πῶς, φησὶν, ἔστι μὴ ὁρᾷν, δημοσίᾳ ἑστῶτος τοῦ θυσιαστηρίου; Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι τότε μὲν ἀμφίθυρα καὶ παραπετάσματα τὴν ἐρημίαν ἐποίει· νῦν δὲ ἔξεστι δημοσίᾳ θύοντι, ὡς ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, καὶ πολλῷ φρικωδέστερον τοῦτο ποιεῖν. Ὅταν γὰρ μὴ πρὸς ἐπίδειξιν