1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

87

τὴν προκοπὴν αὐτῶν, ἀπὸ τούτων δείκνυσιν ὅτι παῤῥησιάζεσθαι αὐτὸν δίκαιον. Οὐδὲ γὰρ παραιτεῖται λοιπὸν χαρίζεσθαι ἀδεῶς, ὅταν ἐξῇ τοῦτο ποιεῖν. Ὁ γὰρ τοιαῦτα λέγων ἀνωτέρω, ὅτι Ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστι· καὶ, Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός· καὶ, Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστι· καὶ ὅσα τοιαῦτα, πῶς ἐνταῦθά φησιν, Οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος; Οὐκ ἐναντιούμενος ἑαυτῷ, ἀλλὰ καὶ σφόδρα ἀκολουθῶν. Πῶς ἑαυτῷ ἀκολουθῶν; Ὅτι περισπούδαστον ἦν αὐτῷ, δεῖξαι τὸ φίλτρον ὃ περὶ αὐτοὺς εἶχεν. Οὐ τοίνυν ἀναιρεῖ τὸ κήδεσθαι ἐκείνου, ἀλλ' ἐνδείκνυται καὶ τὴν ἀγάπην τὴν περὶ αὐτοὺς, ὅπερ ἔφην, καὶ ὅτι μείζων αὐτὸν κατέσεισε φόβος περὶ πάσης τῆς Ἐκκλησίας. Ἐδεδοίκει γὰρ μὴ ἐπὶ πλέον νεμηθῇ τὸ κακὸν, καὶ ὁδῷ βαδίζον, ὅλην καταλάβῃ τὴν Ἐκκλησίαν. ∆ιὸ καὶ ἔλεγε, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἀλλὰ τοῦτο μὲν τότε· νῦν δὲ, ἐπειδὴ κατώρθωσαν, οὐκέτι αὐτὸ οὕτω τίθησιν, ἀλλ' ἑτέρως· καὶ τὸ αὐτὸ μὲν αἰνίττεται, γλυκύτερον δὲ μεταχειρίζει τὸν λόγον, λέγων, Ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς, τουτέστιν, Ἵνα εἰδῆτε πῶς ὑμᾶς φιλῶ. Τοῦτο δὲ τὸ αὐτὸ μὲν ἔστι τῷ προτέρῳ, ἑτέρως δὲ ἑρμηνευθὲν, ἑτέραν ἔδοξεν ἔμφασιν παρέχειν. Ἐπεὶ ὅτι τὸ αὐτό ἐστιν, ἀνάπτυξον αὐτοῦ τὴν ἔννοιαν, καὶ οὐδὲν ὄψει τὸ μέσον. Ἐπειδὴ γὰρ σφόδρα φιλῶ ὑμᾶς, φησὶν, ἐδεδοίκειν μή τι πάθητε ἐκεῖθεν ἀηδὲς, μὴ αὐτοὶ δέξησθε τὴν λύπην. Ὥσπερ οὖν ὅταν λέγῃ, Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; οὐ τοῦτο λέγει, ὅτι οὐ μέλει· οὐδὲ γὰρ ἔνι τι συστῆναι τῶν ὄντων τῆς προνοίας ἀποστερηθὲν τοῦ Θεοῦ· ἀλλ' ὅτι οὐ προηγουμένως διὰ τοὺς βόας ἐνομοθέτει· οὕτω καὶ ἐνταῦθα, Πρῶτον μὲν δι' ὑμᾶς ἔγραφον, δεύτερον δὲ καὶ δι' ἐκεῖνον, Καὶ εἶχον μὲν τὴν ἀγάπην ἐν ἑαυτῷ, καὶ χωρὶς τῆς ἐπιστολῆς, φησίν. Ἐβουλόμην δὲ αὐτὴν καὶ ὑμῖν δεῖξαι καὶ πᾶσιν ἁπλῶς διὰ τῶν γραμμάτων ἐκείνων. ∆ιὰ τοῦτο παρακεκλήμεθα· ἐπειδὴ καὶ τὴν σπουδὴν ἐδείξαμεν τὴν περὶ ὑμᾶς, καὶ τὸ πᾶν ἡμῖν κατώρθωται. Καθάπερ καὶ ἀλλαχοῦ ἔλεγε, Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ· καὶ πάλιν Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; Τοῦτο 61.506 γὰρ ζωὴ, τοῦτο παράκλησις, τοῦτο παραμυθία διδασκάλῳ νοῦν ἔχοντι, ἡ ἐπίδοσις τῶν μαθητευομένων. γʹ. Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους. Καὶ γὰρ πατέρα οὐ τὸ γεννῆσαι μόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φιλεῖν μετὰ τὸ γεννῆσαι. Εἰ δὲ ἔνθα φύσις, τοσαύτη χρεία ἀγάπης, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις. Οὕτως οἱ παλαιοὶ πάντες ἔλαμψαν. Ὅσοι γοῦν τῶν παρ' Ἑβραίοις εὐδοκίμησαν, ἐντεῦθεν ἐφάνησαν. Οὕτω Σαμουὴλ μέγας ἐδείχθη λέγων, Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τῷ Θεῷ τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν· οὕτως ὁ ∆αυῒδ, οὕτως ὁ Ἀβραὰμ, οὕτως ὁ Ἠλίας, οὕτως ἕκαστος τῶν δικαίων, τῶν ἐν τῇ Καινῆ, τῶν ἐν τῇ Παλαιᾷ. Καὶ γὰρ Μωϋσῆς διὰ τοὺς ἀρχομένους πλοῦτον τοσοῦτον καὶ θησαυροὺς ἀφάτους κατέλιπεν, ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ· καὶ πρὸ τῆς χειροτονίας δημαγωγὸς ἦν διὰ τῶν ἔργων. ∆ιὸ καὶ σφόδρα ἀνοήτως ἔλεγε πρὸς αὐτὸν ὁ Ἑβραῖος ἐκεῖνος, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Τί λέγεις; τὰ ἔργα ὁρᾷς, καὶ περὶ τῆς προσηγορίας ἀμφιβάλλεις; Ὥσπερ ἂν εἴ τις ἰδὼν τέμνοντα ἰατρὸν ἄριστα, καὶ τῷ πεπονηκότι μέλει τοῦ σώματος βοηθοῦντα, λέγοι, Τίς σε κατέστησεν ἰατρὸν, καὶ τέμνειν ἐκέλευσεν; Ἡ τέχνη, ὦ βέλτιστε, καὶ ἡ νόσος ἡ σή· οὕτω καὶ τοῦτον ἡ ἐπιστήμη τοιοῦτον ἐποίησε. Καὶ γὰρ τέχνη τὸ ἄρχειν ἐστὶν, οὐκ ἀξίωμα μόνον, καὶ τέχνη τεχνῶν ἁπασῶν ἀνωτέρα. Εἰ γὰρ ἡ τῶν ἔξωθεν ἀρχὴ, τέχνη καὶ ἐπιστήμη πασῶν βελτίων ἐστὶ, πολλῷ μᾶλλον αὕτη. Καὶ γὰρ τοσούτῳ ἀμείνων ἐκείνης αὕτη ἡ ἀρχὴ, ὅσῳ τῶν ἄλλων δὲ ἐκείνη· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Καὶ, εἰ βούλεσθε, τὸν λόγον τοῦτον ἀκριβέστερον ἐξετάσωμεν. Ἔστι τέχνη γεωργικὴ, ἔστιν ὑφαντικὴ, οἰκοδομική· αἳ καὶ ἀναγκαῖαι σφόδρα εἰσὶ, καὶ μάλιστα συνέχουσιν ἡμῶν τὸν βίον. Αἱ γὰρ δὴ ἄλλαι διάκονοι