1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

136

ἕτερα λέγειν, τὰ τῶν ἀποκαλύψεων, τὰ τῶν ἀποῤῥήτων μυστηρίων. Καὶ τίνος ἕνεκέν φησιν, Οὐ συμφέρει μοι; Ἵνα μή με εἰς ἀπόνοιαν ἐπάρῃ, φησί. Τί λέγεις; ἂν γὰρ μὴ εἴπῃς αὐτὰ, οὐκ οἶδας αὐτά; Ἀλλ' οὐχ ὁμοίως ἐπαιρόμεθα αὐτοὶ εἰδότες αὐτὰ, καὶ εἰς ἄλλους ἐκφέροντες. Οὐ γὰρ ἡ τῶν κατορθωμάτων φύσις ἐπαίρειν εἴωθεν, ἀλλ' ἡ τῶν πολλῶν μαρτυρία καὶ γνῶσις. ∆ιὰ τοῦτο οὖν φησιν, Οὐ συμφέρει μοι, καὶ ἵνα μὴ μείζονα ἐνθῶ περὶ ἐμοῦ ἔννοιαν τοῖς ἀκούουσιν. Ἐκεῖνοι μὲν γὰρ οἱ ψευδαπόστολοι καὶ τὰ οὐκ ὄντα περὶ ἑαυτῶν ἔλεγον· οὗτος δὲ καὶ τὰ ὄντα ἀποκρύπτεται, καὶ ταῦτα ἀνάγκης τοσαύτης ἐπικειμένης καί φησιν, Οὐ συμφέρει μοι, παιδεύων ἅπαντας ἐκ πολλῆς περιουσίας τὸ τοιοῦτον φεύγειν. Οὐδὲν γὰρ ἔχει τὸ πρᾶγμα κέρδος, ἀλλὰ καὶ βλάβην, πλὴν ἐὰν μὴ ἀναγκαία τις ᾖ πρόφασις καὶ ὠφέλιμος ἡ εἰς τοῦτο ἐνάγουσα. Εἰπὼν τοίνυν τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰς ἐπιβουλὰς, τὰς ἀθυμίας, τὰ ναυάγια, ἐφ' ἕτερον μεθίσταται καυχήσεως εἶδος, λέγων· Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων (εἴτε ἐν σώματι, οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδεν) ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα ὅτι ἡρπάγη εἰς τὸν παράδεισον (εἴτε ἐν σώματι, οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα), καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι. Μεγάλη μὲν αὕτη ἡ ἀποκάλυψις. Οὐκ αὐτὴ δὲ γέγονε μόνη, ἀλλὰ καὶ ἕτεραι πλείους· αὐτὸς δὲ μίαν ἐκ πολλῶν τίθησιν. Ὅτι γὰρ πολλαὶ ἦσαν, ἄκουσον τί φησι· Τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι. Καὶ μὴν εἴποι τις ἂν, εἰ κρύψαι ἤθελε, παντελῶς ἔδει μὴ δοῦναι αἴνιγμα, μηδὲ εἰπεῖν τι τοιοῦτον· εἰ δὲ εἰπεῖν ἤθελε, σαφῶς εἰπεῖν. Τίνος οὖν ἕνεκεν οὔτε σαφῶς εἶπεν, οὔτε ἐσίγησεν; Ἵνα κἀνταῦθα δείξῃ, ὅτι ἄκων ἐπὶ τὸ πρᾶγμα ἔρχεται. ∆ιὰ τοῦτο καὶ τὸν χρόνον ἔθηκε τῶν δεκατεσσάρων ἐτῶν. Οὐδὲ γὰρ ἁπλῶς αὐτοῦ μέμνηται, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἂν ὁ τοσοῦτον καρτερήσας χρόνον, νῦν ἂν ἐξεῖπεν, εἰ μὴ πολλὴ ἦν ἡ ἀνάγκη, ἀλλ' ὅμως 61.576 ἐσίγησεν ἂν, εἰ μὴ τοὺς ἀδελφοὺς ἀπολλυμένους ἑώρα. Εἰ δὲ ἐκ προοιμίων τοιοῦτος ἦν ὁ Παῦλος, ὥστε τοιαύτης καταξιωθῆναι ἀποκαλύψεως, ὅτε οὔπω τοιαῦτα κατορθώματα εἶχεν· ἐννόησον ἡλίκος ἐν τεσσαρεσκαίδεκα ἔτεσι γέγονεν. Ὅρα δὲ πῶς καὶ ἐν αὐτῷ τούτῳ μετριάζει τῷ τὰ μὲν εἰπεῖν, τὰ δὲ ὁμολογεῖν ἠγνοηκέναι. Ὅτι μὲν γὰρ ἡρπάγη, εἶπεν, εἴτε δὲ ἐν σώματι, εἴτε οὐκ ἐν σώματι, οὐκέτι φησὶν εἰδέναι. Καίτοι γε ἐξήρκει τὴν ἁρπαγὴν εἰπόντι, σιγῆσαι· νυνὶ δὲ μετριάζων καὶ τοῦτο προστίθησι. Τί οὖν; ὁ νοῦς ἡρπάγη καὶ ἡ ψυχὴ, τὸ δὲ σῶμα νεκρὸν ἔμεινεν; ἀλλὰ τὸ σῶμα ἡρπάγη; Ἀλλ' οὐκ ἔστιν εἰπεῖν. Εἰ γὰρ ὁ Παῦλος ἠγνόει ὁ ἁρπαγεὶς, καὶ τοιούτων καὶ τοσούτων τυχὼν ἀποῤῥήτων, πολλῷ μᾶλλον ἡμεῖς. Ὅτι μὲν γὰρ ἐν παραδείσῳ ἦν ᾔδει, καὶ ὅτι ἐν τῷ τρίτῳ ἦν οὐρανῷ, οὐκ ἠγνόει, τὸν δὲ τρόπον οὐκ ᾔδει σαφῶς. Σκόπει δὲ καὶ ἑτέρωθεν αὐτοῦ τὸ ἄτυφον. Ἐπὶ μὲν γὰρ τῆς ∆αμασκηνῶν πόλεως πιστοῦται τὸν λόγον, ἐνταῦθα δὲ οὐκέτι· οὐδὲ γὰρ σφόδρα αὐτὸ κατασκευάσαι ἠβούλετο, ἀλλ' εἰπεῖν καὶ αἰνίξασθαι μόνον. ∆ιὸ καὶ ἐπάγει λέγων· Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· οὐ τοῦτο δηλῶν, ὅτι ἕτερός τις ἦν ὁ ἁρπαγείς· ἀλλ' ὡς ἐνεχώρει καὶ δυνατὸν ἦν καὶ εἰπεῖν, καὶ διακρούσασθαι τὸ περὶ ἑαυτοῦ εἰπεῖν φανερῶς, οὕτω σχηματίζει τὸν λόγον. Ποία γὰρ ἀκολουθία ἦν, περὶ ἑαυτοῦ διαλεγόμενον, ἄλλον παράγειν εἰς μέσον; Τίνος οὖν ἕνεκεν οὕτως αὐτὸ τέθεικεν; Οὐκ ἦν ἴσον εἰπεῖν, Ἡρπάγην, καὶ, Οἶδα ἁρπαγέντα· καὶ, Καυχῶμαι ὑπὲρ ἐμαυτοῦ, καὶ, Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἔνι χωρὶς σώματος ἁρπαγῆναι; ἐρήσομαι αὐτὸν, Πῶς δὲ ἔνι μετὰ σώματος ἁρπαγῆναι; καὶ γὰρ καὶ τοῦτο ἐκείνου ἀπορώτερον, ἐὰν λογισμοῖς ἐξετάζῃς, καὶ μὴ τῇ πίστει παραχωρῇς. Τίνος δὲ ἕνεκεν καὶ ἡρπάγη; Ὑπὲρ τοῦ δοκεῖν αὐτὸν, ὡς ἔγωγε οἶμαι, ἔλαττον ἔχειν τῶν λοιπῶν ἀποστόλων. Ἐπειδὴ γὰρ ἐκεῖνοι συνεγένοντο τῷ Χριστῷ, οὗτος δὲ οὐδαμῶς, διὰ τοῦτο εἰς δόξαν ἥρπασε καὶ τοῦτον εἰς τὸν παράδεισον. Πολὺ γὰρ ὄνομα τοῦ χωρίου τούτου, καὶ πανταχοῦ ᾔδετο. βʹ. ∆ιὸ