1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

37

αὐτοῦ, ἵνα ὁ Θεὸς ἵλεως αὐτῷ γένηται. εʹ. Ὅρα πόσα ἔπαθον οἱ παῖδες οἱ τρεῖς, οὐδὲν ποιήσαντες δεινόν· ἐξέπεσον πατρίδος, ἐλευθερίας, ἐξηχμαλωτίσθησαν καὶ ἐγένοντο δοῦλοι, καὶ εἰς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθέντες χώραν, καὶ σφάττεσθαι ἔμελλον διὰ τὸ ὄναρ εἰκῆ καὶ μάτην. Τί οὖν εἰσελθόντες μετὰ τοῦ ∆ανιὴλ, τί ηὔξαντο; τί δὲ εἶπον; Κατάῤῥαξον τὸν Ναβουχοδονόσορ· κατάσπασον αὐτοῦ τὸ διάδημα· κατάβαλε αὐτὸν ἀπὸ τοῦ θρόνου; Οὐδὲν τοιοῦτον· ἀλλ' ἐξῄτουν οἰκτιρμοὺς παρὰ τοῦ Θεοῦ. Καὶ ὅτε ἐν τῇ καμίνῳ ἦσαν, ὁμοίως. Ἀλλ' οὐχ ὑμεῖς, ἀλλὰ πολλῷ ἐλάττονα ἐκείνων πάσχοντες, καὶ δικαίως πολλάκις, οὐ παύεσθε ἀρώμενοι μυρία· καὶ ὁ μέν φησι, Κατάβαλε τὸν ἐχθρὸν, ὡς κατεπόντισας τὸ ἅρμα τοῦ Φαραώ· ὁ δὲ, Πλῆξον αὐτοῦ τὴν σάρκα· ἕτερος πάλιν, Ἀπόδος εἰς τὰ τέκνα. Ἦ οὐκ ἐπιγινώσκετε ταυτὶ τὰ ῥήματα; Πόθεν οὖν ὑμῖν ὁ γέλως οὗτος; Ὁρᾷς πῶς ἐστι καταγέλαστα, ὅταν χωρὶς πάθους λέγηται; Καὶ πᾶσα δὲ ἁμαρτία τότε δείκνυται πῶς ἐστιν αἰσχρὰ, ὅταν αὐτὴν γυμνώσῃς τῆς διαθέσεως τοῦ τολμῶντος, Ἂν τὸν ὀργισθέντα ὑπομνήσῃς τῶν ῥημάτων, ὧν εἶπεν ἐν τῷ θυμῷ, καταδύσεται, καὶ καταγελάσεται ἑαυτοῦ, καὶ βουλήσεται μυρία πεπονθέναι, ἢ ἐκεῖνα αὐτοῦ εἶναι τὰ ῥήματα· κἂν τὸν ἀκόλαστον ἀγάγῃς μετὰ τὴν μίξιν πρὸς τὴν πορνευομένην γυναῖκα, καὶ οὗτος ταύτην ἀποστραφήσεται ὡς μυσαράν. Οὕτω καὶ ὑμεῖς οἱ μὴ ὄντες ἐν τῷ πάθει, καταγελᾶτε νῦν· καταγέλαστα γὰρ, καὶ γραϊδίων τὰ ῥήματα ταῦτα μεθυόντων, καὶ γυναικώδους μικροψυχίας. Καὶ ὁ Ἰωσὴφ δὲ πραθεὶς καὶ δοῦλος γενόμενος καὶ δεσμωτήριον οἰκήσας, οὐδ' οὕτως ἐξέβαλε ῥῆμα πικρὸν κατὰ τῶν λελυπηκότων· ἀλλὰ τί φησι; Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ οὐ προστίθησιν ὑπὸ τίνος· αἰσχύνεται γὰρ ὑπὲρ τῶν ἀδελφικῶν κακῶν μᾶλλον ἐκείνων τῶν ποιησάντων αὐτά. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρὴ, μᾶλλον τῶν ἐπηρεαζόντων αὐτῶν ἀλγεῖν ὑπὲρ αὐτῶν· ἡ βλάβη γὰρ εἰς ἐκείνους διαβαίνει. Ὥσπερ οὖν οἱ λακτίζοντες ἥλους, καὶ μέγα φρονοῦντες, ἐλέου ἄξιοι καὶ θρήνου τῆς μανίας ἕνεκα ταύτης εἰσίν· 61.435 οὕτως οἱ ἀδικοῦντες τοὺς οὐδὲν ποιοῦντας αὐτοῖς κακὸν, ἅτε τὰς ἑαυτῶν πλήττοντες ψυχὰς, πολλῶν ὀδυρμῶν ἄξιοι καὶ θρήνων, οὐκ ἀρῶν. Οὐδὲν γὰρ μιαρώτερον ψυχῆς ἀρωμένης, οὐδὲ γλώττης ἀκαθαρτότερον τοιαῦτα θυούσης. Ἄνθρωπος εἶ, μὴ ἀσπίδων ἰὸν ἐμέσῃς· ἄνθρωπος εἶ, μὴ γένῃ θηρίον. ∆ιὰ τοῦτό σοι στόμα γέγονεν, οὐχ ἵνα δάκνῃς, ἀλλ' ἵνα θεραπεύῃς τὰ ἑτέρων τραύματα. Ἀναμνήσθητι τί σοι παρῄνεσα, φησὶν ὁ Θεός· συγχωρεῖν καὶ ἀφιέναι. Σὺ δὲ καὶ ἐμὲ παρακαλεῖς κοινωνὸν γενέσθαι τῆς ἀνατροπῆς τῶν ἐμῶν προσταγμάτων, καὶ ἐσθίεις τὸν ἀδελφὸν, καὶ φοινίττεις τὴν γλῶτταν, καθάπερ οἱ μαινόμενοι ἀπὸ τῶν οἰκείων μελῶν τοὺς ὀδόντας. Πῶς οἴει τὸν διά 61.436 βολον ἥδεσθαι καὶ γελᾷν, ὅταν τοιαύτης εὐχῆς ἀκούσῃ; πῶς τὸν Θεὸν παροξύνεσθαι καὶ ἀποστρέφεσθαι καὶ μισεῖν, ὅταν τοιαῦτα παρακαλῇς; οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Εἰ γὰρ μυστηρίοις οὐ χρὴ προσιέναι ἐχθροὺς ἔχοντα· τὸν οὐκ ἔχοντα μόνον, ἀλλὰ καὶ κατευχόμενον, πῶς οὐχὶ καὶ τῶν περιβόλων αὐτῶν ἀπείργεσθαι δεῖ; Ταῦτ' οὖν ἐννοοῦντες, καὶ τῆς θυσίας τὴν ὑπόθεσιν εἰδότες, ὅτι ὑπὲρ ἐχθρῶν ἐτύθη, μήτε ἐχθρὸν ἔχωμεν, κἂν ἔχωμεν, ὑπερευχώμεθα· ἵνα καὶ ἡμεῖς τῶν ἡμαρτημένων ἡμῖν λαβόντες συγχώρησιν, μετὰ παῤῥησίας τῷ βήματι τοῦ Χριστοῦ παραστῶμεν· ᾧ ἡ δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 61.435 ΟΜΙΛΙΑ ϛʹ. Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; εἰ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν; αʹ. Ὅπερ ἔμελλεν αὐτῷ παρ' ἑτέρων ἀνθυποφέρεσθαι, ὅτι Ἐπαίρεις σαυτὸν, τοῦτο προλαβὼν αὐτὸς τέθεικε· καίτοι τοσαύτῃ ἐπιδιορθώσει χρησάμενος ἔμπροσθεν, καὶ εἰπὼν, Πρὸς ταῦτα τίς ἱκανός; καὶ, ὅτι Ἐξ εἰλικρινείας λαλοῦμεν· ἀλλ' ὅμως οὐκ ἀρκεῖται ἐκείνοις. Τοιοῦτον γὰρ αὐτοῦ τὸ ἦθος· τοῦ δοκεῖν περὶ ἑαυτοῦ μέγα τι λέγειν πόῤῥω καθέστηκε, καὶ μετὰ πολλῆς τῆς περιουσίας αὐτὸ φεύγει καὶ ὑπερβολῆς. Σὺ δέ μοι κἀντεῦθεν σκόπει τὴν περιουσίαν αὐτοῦ τῆς σοφίας. Πρᾶγμα γὰρ δοκοῦν εἶναι