1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

112

προτιθέντες ἑαυτοὺς τοῦ Ἀποστόλου, καὶ ὡς ἀλαζόνα διαβάλλοντες, καὶ ὡς οὐδὲν ὄντα, οὐδὲ ὑγιές τι διδάσκοντα (τοῦτο γὰρ αὐτὸ μάλιστα τῆς διαφθορᾶς αὐτῶν τεκμήριον ἦν)· ὅρα πῶς ἄρχεται τῆς κατ' αὐτῶν ἐπιτιμήσεως· Αὐτὸς δὲ ἐγὼ Παῦλος. Εἶδες πόση ἡ βαρύτης, πόσον τὸ ἀξίωμα; Ὃ γὰρ θέλει εἰπεῖν, τοῦτό ἐστι· ∆έομαι ὑμῶν, μή με ἀναγκάσητε, μηδὲ ἀφῆτε χρήσασθαι τῇ δυνάμει μου κατὰ τῶν ἐξευτελιζόντων ἡμᾶς, καὶ νομιζόντων σαρκικοὺς ἄνδρας εἶναι. Βαρύτερον τοῦτο ἐκείνων ὧν ἐν τῇ προτέρᾳ πρὸς αὐτοὺς ἀπειλῶν ἔλεγεν, Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; νῦν δὲ, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες. Ἐλεύσομαι δὲ καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Καὶ γὰρ ἐνταῦθα ἀμφότερα δείκνυσι, καὶ τὸ δυνατὸν, καὶ τὸ φιλόσοφον καὶ ἀνεξίκακον· εἴ γε οὕτω παρακαλεῖ, καὶ μετὰ τοσαύτης σπουδῆς, ὥστε μὴ ἀναγκασθῆναι εἰς ἐπίδειξιν ἐλθεῖν τῆς οἰκείας δυνάμεως τῆς τιμωρητικῆς, καὶ πλῆξαι αὐτοὺς καὶ κολάσαι, καὶ τὴν ἐσχάτην ἀπαιτῆσαι δίκην. Τοῦτο γὰρ ᾐνίξατο λέγων, ∆έομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι, ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας. Τέως δὲ ἐπὶ τὴν ἀρχὴν τὸν λόγον ἀγάγωμεν. Αὐτὸς δὲ ἐγὼ Παῦλος. Πολλὴ ἡ ἔμφασις, πολλὴ ἡ βαρύτης· ὥσπερ ἀλλαχοῦ φησιν, Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν· καὶ πάλιν, Ὡς Παῦλος πρεσβύτης· καὶ ἀλλαχοῦ πάλιν, Ἥτις πολλῶν προστάτις ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ. Οὕτω καὶ 61.542 ἐνταῦθα, Αὐτὸς δὲ ἐγὼ Παῦλος. Μέγα μὲν καὶ τοῦτο, τὸ αὐτὸν παρακαλεῖν· τὸ δὲ ἕτερον μεῖζον, ὃ προσέθηκεν εἰπών· ∆ιὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ. Καὶ γὰρ σφόδρα αὐτοὺς ἐντρέψαι βουλόμενος, προβάλλεται τὴν πραότητα καὶ τὴν ἐπιείκειαν, ταύτῃ μείζονα ποιῶν τὴν ἱκετηρίαν· ὡς ἂν εἰ ἔλεγεν, Αὐτὴν αἰδέσθητε τὴν ἐπιείκειαν τοῦ Χριστοῦ, δι' ἧς ὑμᾶς παρακαλῶ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ δεικνὺς ὅτι κἂν μυρίαν ἀνάγκην ἐπάγωσιν, αὐτὸς πρὸς τοῦτο ἐπιῤῥεπέστερον ἔχει, διὰ τὸ πρᾶος εἶναι· οὐ διὰ τὸ ἀσθενὲς δὲ οὐκ ἐπεξέρχεται, ἐπεὶ καὶ ὁ Χριστὸς οὕτως ἐποίει. Ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς. Τί δὴ τοῦτό ἐστιν; Ἤτοι κατ' εἰρωνείαν φησὶ, τὰ ἐκείνων φθεγγόμενος. Ἐκεῖνοι γὰρ τοῦτο ἔλεγον, ὅτι ὅταν μὲν παρῇ, οὐδενός ἐστιν ἄξιος λόγου, ἀλλ' εὐτελὴς καὶ εὐκαταφρόνητος· ὅταν δὲ ἀπῇ, φυσᾶται καὶ κομπάζει καὶ κατεξανίσταται ἡμῶν καὶ ἀπειλεῖ. Τοῦτο γοῦν καὶ ἑξῆς αἰνίττεται λέγων· Ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι· ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Ἢ τοίνυν κατ' εἰρωνείαν, φησὶ, πολλὴν ἐμφαίνων βαρύτητα, καὶ λέγων· Ἐγὼ ὁ ταπεινὸς, Ἐγὼ ὁ εὐτελὴς ἐν τῷ παρεῖναι, καθὼς ἐκεῖνοί φασι, καὶ ἀπὼν ὑψηλός· ἢ ὅτι κἂν μεγάλα φθέγγηται, οὐκ ἐξ ἀπονοίας, ἀλλ' ἐκ τοῦ θαῤῥεῖν αὐτοῖς. ∆έομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας Εἶδες πόση ἡ ἀγανάκτησις, καὶ πῶς σαφὴς ὁ ἔλεγχος τῶν εἰρημένων; ∆έομαι γὰρ ὑμῶν, φησὶ, μή με ἀναγκάσητε δεῖξαι, ὅτι καὶ παρὼν ἰσχυρός εἰμι καὶ δύναμιν ἔχω. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἀπὼν πάνυ ὑμῶν καταθαῤῥῶ καὶ ἐπαίρομαι, αὐτοῖς κέχρημαι τοῖς ῥήμασι· δέομαι οὖν μή με ἀναγκάσωσι χρήσασθαί μου τῇ δυνάμει. Τοῦτο γάρ ἐστι Τῇ πεποιθήσει. Καὶ οὐκ εἶπεν, Ἧ παρεσκεύασμαι, ἀλλ', Ἧ λογίζομαι. Οὔπω μὲν γὰρ τοῦτο ἔκρινα, αὐτοὶ δέ μοι τὴν αἰτίαν παρέχουσιν· ἀλλ' οὐδὲ οὕτω βούλομαι. Καίτοι οὐχ ἑαυτῷ ἀμύνων τοῦτο ἐποίει, ἀλλὰ τῷ εὐαγγελίῳ. Εἰ δὲ, ἔνθα τῷ κηρύγματι ἀμύνειν ἐχρῆν, οὐκ ἔστιν αὐστηρὸς, ἀλλὰ ἀναδύεται καὶ μέλλει, καὶ παρακαλεῖ μὴ γενέσθαι τοσαύτην ἀνάγκην· πολλῷ μᾶλλον ὑπὲρ ἑαυτοῦ οὐκ ἂν οὐδέποτέ τι τοιοῦτον ἐποίησε. βʹ. Τοῦτο οὖν μοι χαρίσασθε, φησὶν, ὥστε μή με ἀναγκάσαι δεῖξαι, ὅτι καὶ παρὼν δύναμαι καταθαῤῥῆσαι καθ' ὧν ἂν δέῃ· τουτέστι, κολάσαι αὐτοὺς καὶ τιμωρῆσαι. Εἶδες πῶς οὐκ ἦν φιλότιμος, οὐδὲ πρὸς ἐπίδειξίν τι ἐποίει, ὅπου γε καὶ χρείας οὔσης, τόλμαν τὸ πρᾶγμα καλεῖ; ∆έομαι γὰρ, φησὶ, τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ