1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

102

Ἐκκλησίας ἐτιμήσατε. Οὐ γὰρ εἰς αὐτοὺς διαβαίνει μόνον ἡ τιμὴ, ἀλλὰ καὶ εἰς τοὺς ἐκπέμψαντας, οἳ ἐχειροτόνησαν αὐτοὺς, καὶ πρὸ ἐκείνων, εἰς τὴν τοῦ Θεοῦ δόξαν. Ὅταν γὰρ τοὺς ἐκείνῳ διακονου 61.527 μένους τιμήσωμεν, εἰς αὐτὸν διαβαίνει τὰ τῆς εὐφημίας. Εἰς τὸ κοινὸν τῶν Ἐκκλησιῶν. Οὐ μικρὸν δὲ καὶ τοῦτο· καὶ γὰρ μεγάλη ἡ δύναμις τῆς συνόδου, ἤγουν τῶν Ἐκκλησιῶν. Σκόπει πῶς μεγάλη ἦν ἡ δύναμις τῆς συνόδου. Ἡ τῆς Ἐκκλησίας εὐχὴ τὸν Πέτρον ἀπὸ τῶν δεσμῶν ἔλυσε, τοῦ Παύλου τὸ στόμα ἠνέῳξεν· ἡ τούτων ψῆφος, οὐχ ὡς ἔτυχε, καὶ τοὺς ἐπὶ τὰς πνευματικὰς ἀρχὰς ἐρχομένους κατακοσμεῖ. ∆ιά τοι τοῦτο καὶ ὁ μέλλων χειροτονεῖν καὶ τὰς ἐκείνων εὐχὰς καλεῖ τότε, καὶ αὐτοὶ ἐπιψηφίζονται, καὶ ἐπιβοῶσιν ἅπερ ἴσασιν οἱ μεμυημένοι· οὐ γὰρ δὴ θέμις ἐπὶ τῶν ἀμυήτων ἐκκαλύπτειν ἅπαντα. Ἔστι δὲ ὅπου οὐδὲ διέστηκεν ὁ ἱερεὺς τοῦ ἀρχομένου· οἷον, ὅταν ἀπολαύειν δέῃ τῶν φρικτῶν μυστηρίων· ὁμοίως γὰρ πάντες ἀξιούμεθα τῶν αὐτῶν· οὐ καθάπερ ἐπὶ τῆς Παλαιᾶς, τὰ μὲν ὁ ἱερεὺς ἤσθιε, τὰ δὲ ὁ ἀρχόμενος, καὶ θέμις οὐκ ἦν τῷ λαῷ μετέχειν ὧν μετεῖχεν ὁ ἱερεύς. Ἀλλ' οὐ νῦν· ἀλλὰ πᾶσιν ἓν σῶμα πρόκειται, καὶ ποτήριον ἕν. Καὶ ἐν ταῖς εὐχαῖς δὲ πολὺ τὸν λαὸν ἴδοι τις ἂν συνεισφέροντα. Καὶ γὰρ ὑπὲρ τῶν ἐνεργουμένων, ὑπὲρ τῶν ἐν μετανοίᾳ, κοιναὶ καὶ παρὰ τοῦ ἱερέως, καὶ παρ' αὐτῶν γίνονται αἱ εὐχαὶ, καὶ πάντες μίαν λέγουσιν εὐχὴν, εὐχὴν τὴν ἐλέου γέμουσαν. Πάλιν ἐπειδὰν εἴρξωμεν τῶν ἱερῶν περιβόλων τοὺς οὐ δυναμένους τῆς ἱερᾶς μετασχεῖν τραπέζης, ἑτέραν δεῖ γενέσθαι εὐχὴν, καὶ πάντες ὁμοίως ἐπ' ἐδάφους κείμεθα, καὶ πάντες ὁμοίως ἀνιστάμεθα. Ὅταν εἰρήνης πάλιν μεταλαμβάνειν καὶ μεταδιδόναι δέῃ, πάντες ὁμοίως ἀσπαζόμεθα. Ἐπ' αὐτῶν πάλιν τῶν φρικωδεστάτων μυστηρίων ἐπεύχεται ὁ ἱερεὺς τῷ λαῷ, ἐπεύχεται καὶ ὁ λαὸς τῷ ἱερεῖ· τὸ γὰρ, Μετὰ τοῦ πνεύματός σου, οὐδὲν ἄλλο ἐστὶν, ἢ τοῦτο. Τὰ τῆς εὐχαριστίας πάλιν κοινά· οὐδὲ γὰρ ἐκεῖνος εὐχαριστεῖ μόνος, ἀλλὰ καὶ ὁ λαὸς ἅπας. Πρότερον γὰρ αὐτῶν λαβὼν φωνὴν, εἶτα συντιθεμένων ὅτι ἀξίως καὶ δικαίως τοῦτο γίνεται, τότε ἄρχεται τῆς εὐχαριστίας. Καὶ τί θαυμάζεις, εἴ που μετὰ τοῦ ἱερέως ὁ λαὸς φθέγγεται, ὅπου γε καὶ μετ' αὐτῶν τῶν Χερουβὶμ καὶ τῶν ἄνω δυνάμεων, κοινῆ τοὺς ἱεροὺς ἐκείνους ὕμνους ἀναπέμπει; Ταῦτα δέ μοι πάντα ἐκεῖνα εἴρηται, ἵνα ἕκαστος καὶ τῶν ἀρχομένων νήφῃ, ἵνα μάθωμεν ὅτι σῶμά ἐσμεν ἅπαντες ἓν, τοσαύτην ἔχοντες πρὸς ἀλλήλους διαφορὰν, ὅσην μέλη πρὸς μέλη καὶ μὴ τὸ πᾶν ἐπὶ τοὺς ἱερέας ῥίπτωμεν, ἀλλὰ καὶ αὐτοὶ, ὥσπερ κοινοῦ σώματος, τῆς Ἐκκλησίας ἁπάσης οὕτω φροντίζωμεν. Τοῦτο γὰρ καὶ ἀσφάλειαν πλείονα, καὶ ἡμῖν ἐπίδοσιν μείζονα κατασκευάζει· πρὸς ἀρετήν. Ἄκουσον γοῦν ἐπὶ τῶν ἀποστόλων, πῶς ἀλλαχοῦ τοὺς ἀρχομένους κοινωνοὺς τῆς γνώμης ἐλάμβανον. Καὶ γὰρ ὅτε τοὺς ἑπτὰ ἐχειροτόνουν, τῷ δήμῳ πρότερον ἐκοινώσαντο· καὶ ὅτε τὸν Ματθίαν ὁ Πέτρος, τοῖς παροῦσιν ἅπασι τότε, καὶ ἀνδράσι καὶ γυναιξίν. Οὐ γὰρ ἀρχόντων τῦφός ἐστι τὰ ἐνταῦθα, οὐδὲ ἀρχομένων δουλοπρέπεια, ἀλλὰ ἀρχὴ πνευματικὴ, τούτῳ μάλιστα πλεονεκτοῦσα, τῷ τὸ πλέον τῶν πόνων καὶ τῆς ὑπὲρ ὑμῶν 61.528 ἀναδέχεσθαι φροντίδος, οὐ τῷ τιμὰς πλείους ἐπιζητεῖν. Καὶ γὰρ ὡς μίαν οἰκίαν δεῖ τὴν Ἐκκλησίαν οἰκεῖν, ὡς σῶμα ἓν, οὕτω διακεῖσθαι πάντας· ὥσπερ οὖν καὶ βάπτισμα ἕν ἐστι, καὶ τράπεζα μία, καὶ πηγὴ μία, καὶ κτίσις μία, καὶ Πατὴρ εἷς. Τί τοίνυν διῃρήμεθα, τοσούτων συναγόντων ἡμᾶς; τί διεσπάσμεθα; Ἀναγκαζόμεθα γὰρ πάλιν τὰ αὐτὰ ὀδύρασθαι, ἃ πολλάκις ἐθρήνησα· πένθους ἄξια τὰ παρόντα· οὕτω σφόδρα ἀπ' ἀλλήλων ἐσμὲν ἀπεῤῥηγμένοι, δέον ἑνὸς σώματος μιμεῖσθαι συνάφειαν. Οὕτω γὰρ καὶ παρὰ τοῦ ἐλάττονος ὁ μείζων κερδᾶναι δυνήσεται. Εἰ γὰρ Μωϋσῆς παρὰ τοῦ κηδεστοῦ τι τῶν συμφερόντων ἔμαθεν ὅπερ αὐτὸς οὐ συνεῖδε, πολλῷ μᾶλλον ἐν τῇ Ἐκκλησίᾳ τοῦτο ἂν γένοιτο. Καὶ τί δή ποτε, ὃ συνεῖδεν ὁ ἄπιστος, οὐ συνεῖδεν ὁ πνευματικός; Ἵνα μάθωσιν ἅπαντες οἱ τότε, ὅτι ἄνθρωπος ἦν, κἂν θάλατταν σχίζῃ, κἂν πέτραν ῥηγνύῃ, τῆς τοῦ Θεοῦ ῥοπῆς δεῖται· καὶ ὅτι ἐκεῖνα οὐκ ἀνθρωπίνης φύσεως ἦν, ἀλλὰ Θεοῦ δυνάμεως. Καὶ