1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

143

φρονήματα, καὶ δεῖξαι, ὅτι οὐ μόνον ἐκείνων βελτίων, ἀλλ' οὐδὲ τῶν μεγάλων ἀποστόλων ἐλάττων. ∆ιά τοι τοῦτο, ὅταν μὲν περὶ ἐκείνων διαλέγηται, φησὶν, Ὑπὲρ ἐγώ· ὅταν δὲ πρὸς τοὺς ἀποστόλους ἑαυτὸν παραβάλλῃ, ἀγαπητὸν εἶναί φησι τὸ μὴ ὑστερηκέναι, καίτοι γε πλεῖον αὐτῶν κοπιάσας. ∆είκνυσι δὲ ἐντεῦθεν, ὅτι κἀκείνους ὑβρίζουσιν, ὅταν τὸν ἴσον αὐτῶν ἐν δευτέρῳ τούτων ἔχωσιν. Εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν. Μετὰ πολλῆς πάλιν βαρύτητος ἔθηκε τὴν ἐπιτίμησιν. Καὶ τὸ ἑξῆς φορτικώτερον· Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἀλλ' ὅμως ἡ βαρύτης καὶ ἀγάπης ῥήματα, καὶ ἐγκώμιον ἐκείνων ἔχει· εἴ γε ἀδικίαν οἰκείαν εἶναι νομίζουσι τὸ μὴ καταδέξασθαι τὸν ἀπόστολον λαβεῖν τι παρ' αὐτῶν, μηδὲ θαῤῥῆσαι τραφῆναι ἔνθεν. Εἰ τοῦτο, φησὶν, ἐγκαλεῖτε (οὐκ εἶπεν, ὅτι Κακῶς ἐγκαλεῖτε, ἀλλὰ μετὰ πολλῆς τῆς γλυκύτητος), συγγνώμην αἰτῶ, χαρίσασθέ μοι τουτὶ τὸ ἁμάρτημα. Καὶ θέα τὴν σύνεσιν· ἐπειδὴ γὰρ συνεχῶς τοῦτο στρεφόμενον ὄνειδος αὐτοῖς ἔφερε, συνεχῶς αὐτὸ παραμυθεῖται. Ἀνωτέρω μὲν γὰρ λέγων, ὅτι Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου οὐ φραγήσεται αὕτη, εἶπε πάλιν, ὅτι Οὐκ ἀγαπῶ ὑμᾶς; οἶδεν ὁ Θεός· ἀλλ' ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμὴν, καὶ ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Καὶ ἐν τῇ προτέρᾳ· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ἐνταῦθα, Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Πανταχοῦ γὰρ φεύγει τὸ δεῖξαι, ὅτι διὰ τὴν ἀσθένειαν αὐτῶν οὐ λαμβάνει· διὸ καὶ ἐνταῦθα οὕτω φησίν· εἰ τοῦτο πλημμέλημα εἶναι ἡγεῖσθε, συγγνώμην αἰτῶ. Ταῦτα δὲ ἔλεγε, καὶ πλήττων καὶ θεραπεύων. Μὴ γὰρ δὴ τοῦτο εἴπῃς· Εἰ πλῆξαι θέλεις, τί ἀπολογῇ; εἰ θεραπεύειν, τί πλήττεις; Τοῦτο γὰρ συνέσεώς ἐστι, καὶ κατατέμνειν καὶ ἐπιδεσμεῖν τὸ ἕλκος. Εἶτα, ἵνα μὴ δόξῃ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, συνεχῶς αὐτὸ στρέφειν ὑπὲρ τοῦ λαβεῖν, θεραπεύει μὲν αὐτὸ καὶ ἐν τῇ προτέρᾳ λέγων, Οὐκ ἔγραψα δὲ, ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· γλυκύτερον δὲ ἐνταῦθα καὶ προσηνέστερον. Πῶς καὶ τίνι τρόπῳ; Ἰδοὺ, τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν· οὐ 61.586 γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ' ὑμᾶς. Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ' οἱ γονεῖς τοῖς τέκνοις. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· οὐκ ἐπειδὴ μὴ λαμβάνω, διὰ τοῦτο οὐ παραγίνομαι, ἀλλὰ καὶ δεύτερον παρεγενόμην, καὶ τρίτον τοῦτο παρεσκεύασμαι ἐλθεῖν, καὶ οὐ καταναρκήσω ὑμῶν. Καὶ ἡ αἰτία σεμνή. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ μικρολόγοι, ἐπειδὴ πλήττεσθε, ἐπειδὴ ἀσθενεῖτε· ἀλλὰ τί; Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ' ὑμᾶς. Μείζονα ἐπιζητῶ, ψυχὰς ἀντὶ χρημάτων, σωτηρίαν ἀντὶ χρυσίου. Εἶτα ἐπειδὴ ὑποψίαν εἶχεν ἔτι τὸ πρᾶγμα, ὡς ἀλγοῦντος αὐτοῦ πρὸς αὐτοὺς, διὰ τοῦτο καὶ λογισμὸν τίθησιν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν εἰπεῖν αὐτοὺς, οὐ γὰρ ἔξεστι καὶ ἡμᾶς ἔχειν καὶ τὰ ἡμῶν; ἐπάγει μετὰ πολλῆς τῆς χάριτος τὴν ἀπολογίαν λέγων· Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ' οἱ γονεῖς τοῖς τέκνοις· ἀντὶ τῶν διδασκάλων καὶ τῶν μαθητῶν τοὺς γονέας καὶ τὰ τέκνα τιθεὶς, καὶ δείξας ὅτι ὀφειλῆς πρᾶγμα ποιεῖ, ὅπερ οὐκ ἦν ὀφειλῆς. Οὐ γὰρ οὕτω προσέταξεν ὁ Χριστὸς, ἀλλ' ἐκείνων φειδόμενος, ταῦτα λέγει· διὸ καὶ πλέον τι προστίθησιν. Οὐ γὰρ εἶπε μόνον, ὅτι οὐκ ὀφείλει τὰ τέκνα θησαυρίζειν, ἀλλ' ὅτι καὶ ὀφείλουσιν οἱ γονεῖς τοῦτο ποιεῖν. Οὐκοῦν ἐπειδὴ δοῦναι δεῖ, Ἐγὼ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Τοὺς μὲν γὰρ γονέας θησαυρίζειν ἐκέλευσε τοῖς τέκνοις ὁ νόμος τῆς φύσεως· ἐγὼ δὲ οὐ τοῦτο ποιῶ μόνον, ἀλλὰ καὶ ἐμαυτὸν προσδίδωμι· καὶ αὕτη ἡ ὑπερβολὴ, τὸ μὴ μόνον μὴ λαμβάνειν, ἀλλὰ καὶ προσδιδόναι, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς φιλοτιμίας, καὶ ἐκ τοῦ ὑστερήματος· τὸ γὰρ Ἐκδαπανηθήσομαι, τοῦτό ἐστιν αἰνιττομένου. Κἂν γὰρ αὐτὴν δέῃ τὴν σάρκα ἀναλῶσαι, οὐ φείδομαι διὰ τὴν σωτηρίαν ὑμῶν. Καὶ τὸ ἐπαγόμενον μετ' ἐγκλήματος ὁμοῦ καὶ ἀγάπης· Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Καὶ ταῦτα ποιῶ, φησὶν, ὑπὲρ τῶν φιλουμένων, καὶ οὐ φιλούντων ὁμοίως. Σκόπει τοίνυν