1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

54

διὰ σαλπίγγων πόλεις καθεῖλε· μετὰ δὲ ταῦτα διὰ παιδίου μικροῦ καὶ εὐτελοῦς τοῦ ∆αυῒδ, ἅπασαν τῶν βαρβάρων τὴν παράταξιν ἐτροπώσατο. Οὕτω δὴ καὶ ἐνταῦθα δώδεκα μόνους ἀποστείλας, τῆς οἰκουμένης περιεγένετο, δώδεκα, καὶ τούτους ἐλαυνομένους, πολεμουμένους. Ἐκπλαγῶμεν οὖν τοῦ Θεοῦ τὴν δύναμιν, θαυμάσωμεν, προσκυνήσωμεν· ἐρωτήσωμεν Ἰουδαίους, ἐρωτήσωμεν Ἕλληνας, τίς ἔπεισε τὴν οἰκουμένην ἅπασαν ἀποστῆναι τῶν πατρίων ἐθῶν, καὶ πρὸς ἑτέραν μετατάξασθαι πολιτείαν; ὁ ἁλιεὺς, ἢ ὁ σκηνοποιός; ὁ τελώνης, ἢ ὁ ἀγράμματος καὶ ἰδιώτης; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, εἰ μὴ θεία δύναμις ἦν ἡ πάντα κατορθοῦσα δι' ἐκείνων; Τί δὲ καὶ λέγοντες ἔπειθον ἐκεῖνοι; Βαπτίσθητε ἐν τῷ ὀνόματι τοῦ σταυρωθέντος. Ποίου; Ὃν οὐκ εἶδον, οὐδὲ ἐθεάσαντο. Ἀλλ' ὅμωςταῦτα λέγοντες καὶ κηρύττοντες, ἔπειθον, ὅτι οἱ μὲν μαντευόμενοι καὶ ἐκ προγόνων αὐτοῖς παραδοθέντες, οὐκ εἰσὶ θεοὶ, ὁ δὲ προσηλωθεὶς, οὗτος Χριστὸς, πάντας ἐφείλκετο. Καίτοι γε ὅτι μὲν ἐσταυρώθη καὶ ἐτάφη, παντί που δῆλον ἦν· ὅτι δὲ ἀνέστη, οὐδεὶς πλὴν ὀλίγων εἶδεν. Ἀλλ' ὅμως καὶ τοῦτο ἔπεισαν τοὺς οὐχ ἑωρακότας· καὶ οὐχ ὅτι ἀνέστη μόνον, ἀλλ' ὅτι καὶ εἰς οὐρανοὺς ἀνῆλθε, καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς. Πόθεν οὖν τὸ πιθανὸν τοῖς λόγοις τούτοις, εἰπέ μοι; Οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως. Καὶ γὰρ πρῶτον αὐτὴ ἡ καινοτομία πᾶσι προσίστατο· ὅταν τε καὶ τοιαῦτά τις καινοτομῇ, χαλεπώτερον τὸ πρᾶγμα γίνεται, ὅταν ἀναμοχλεύῃ παλαιᾶς συνηθείας θεμέλια, ὅταν ἐκ βάθρων ἀνασπᾷ νόμους. Πρὸς δὲ τούτοις οὐδὲ οἱ κήρυκες ἀξιόπιστοι εἶναι ἐδόκουν, ἀλλὰ καὶ ἔθνους παρὰ πᾶσι μεμισημένου, καὶ δειλοὶ καὶ ἀμαθεῖς. Πόθεν οὖν περιεγένοντο τῆς οἰκουμένης; πόθεν ὑμᾶς καὶ τοὺς ὑμετέρους προγόνους τοὺς δοκοῦντας φιλοσοφεῖν, μετὰ τῶν θεῶν αὐτῶν ἐξέβαλον; οὐκ εὔδηλον ὅτι ἀπὸ τοῦ τὸν Θεὸν ἔχειν μεθ' ἑαυτῶν; Οὐδὲ γὰρ ἔνι ταῦτα ἀνθρωπίνης δυνάμεως κατορθώματα, ἀλλὰ θείας τινὸς καὶ ἀποῤῥήτου. Οὐχὶ, φησὶν, ἀλλὰ γοητικῆς. Οὐκοῦν αὐξηθῆναι ἔδει τὴν τῶν δαιμόνων ἀρχὴν, καὶ ἐπιταθῆναι τὴν τῶν εἰδώλων θεραπείαν. Πῶς οὖν καθῄρηται καὶ ἠφάνισται, καὶ ἀπ' ἐναντίας ἐκείνοις τὰ ἡμέτερα; Ὥστε κἀντεῦθεν δῆλον, ὅτι τοῦ Θεοῦ ψῆφος ἦν τὰ γινόμενα, οὐκ ἀπὸ τοῦ κηρύγματος μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πολιτείας αὐτῆς. Πότε γὰρ παρ 61.459 θενία τοσαύτη πανταχοῦ τῆς γῆς ἐφυτεύθη; πότε χρημάτων ὑπεροψία καὶ ζωῆς καὶ τῶν ἄλλων ἁπάντων; Οἱ γὰρ μοχθηροὶ καὶ γόητες οὐδὲν τοιοῦτον ἀνύσαιεν, ἀλλὰ τἀναντία ἅπαντα· οὗτοι δὲ ἀγγέλων ἡμῖν εἰσηγήσαντο πολιτείαν· οὐκ εἰσηγήσαντο δὲ μόνον, ἀλλὰ καὶ κατώρθωσαν, ἐν τῇ ἡμετέρᾳ, ἐν τῇ τῶν βαρβάρων, ἐν αὐταῖς τῆς γῆς ταῖς ἐσχατιαῖς. Ὅθεν δῆλον ὅτι πάντα ἡ τοῦ Χριστοῦ πανταχοῦ δύναμις ἤνυσεν, ἡ πανταχοῦ λάμπουσα, καὶ ἀστραπῆς 61.460 ἁπάσης ὀξύτερον τὰς τῶν ἀνθρώπων καταυγάζουσα διανοίας. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, καὶ τῆς τῶν μελλόντων ὑποσχέσεως, τὰ γεγενημένα λαβόντες ἀπόδειξιν ἐναργῆ, προσκυνήσατε μεθ' ἡμῶν τὴν ἄμαχον τοῦ σταυρωθέντος ἰσχὺν, ἵνα καὶ τὰς ἀφορήτους φύγητε κολάσεις, καὶ τῆς αἰωνίου βασιλείας ἐπιτύχητε· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Θʹ. Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι,

ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκό μενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι. αʹ. Ἔτι μένει δεικνὺς, ὅτι τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον τὸ πᾶν ἐστι,

καταστέλλων ἐκείνων τὰ φρονήματα τῶν καυχωμένων ἐφ' ἑαυτοῖς. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶ, θαυμαστὸν, ὅτι ἐν ὀστρακίνοις σκεύεσι φυλάττομεν τὸν θησαυρὸν τοῦτον, ἀλλ' ὅτι καὶ μυρία πάσχοντες δεινὰ, καὶ πανταχοῦ περικρουόμενοι, τηροῦμεν αὐτὸν, καὶ οὐκ ἀπόλλυμεν. Καίτοι εἰ καὶ ἀδαμάντινον σκεῦος ἦν, οὔτε