1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

100

ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου)· καὶ ἀπὸ τῆς ἀγάπης τῆς εἰς αὐτοὺς (Τὰ γὰρ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶ, φησὶ, πρὸς ὑμᾶς), καὶ ἀπὸ τῆς περὶ τὸ πρᾶγμα σπουδῆς (Αὐθαίρετος γὰρ, φησὶν, ἐξῆλθε)· τούτους δὲ οὔτε ὁμοίως 61.524 συνίστησιν, οὔτε ὀνομαστὶ τίθησι; τί οὖν ἔστιν εἰπεῖν; Ἴσως ἀγνοοῦντες ἦσαν αὐτούς· διόπερ οὐκ ἐμφιλοχωρεῖ τοῖς ἐγκωμίοις, ἐπειδὴ μηδέπω πεῖραν αὐτῶν εἰλήφεισαν, ἀλλὰ τοσοῦτον λέγει, ὅσον εἰς σύστασιν αὐτοῖς ἤρκει μόνον καὶ τὸ φυγεῖν τὴν πονηρὰν ὑποψίαν. Πλὴν ἀλλ' ἴδωμεν πόθεν καὶ αὐτὸν τοῦτον ἐγκωμιάζει. Πόθεν οὖν ἐγκωμιάζει; Πρῶτον ἀπὸ τοῦ κηρύγματος ἐπαινῶν, οὐχ ὅτι ἐκήρυττε μόνον, ἀλλ' ὅτι καὶ ὡς ἐχρῆν, καὶ μετὰ τῆς προσηκούσης σπουδῆς. Οὐ γὰρ εἶπεν, ὅτι κηρύττει καὶ εὐαγγελίζεται, ἀλλ' ὅτι, Οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ. Καὶ ἵνα μὴ δόξῃ κολακεύειν αὐτὸν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς ἀνθρώπους, ἀλλ' ὁλοκλήρους Ἐκκλησίας ἄγει μαρτυρούσας αὐτῷ, λέγων· ∆ιὰ πασῶν τῶν Ἐκκλησιῶν. Εἶτα καὶ ἀπὸ τῆς κρίσεως τῶν χειροτονησάντων αἰδέσιμον αὐτὸν ποιεῖ· οὐ μικρὸν δὲ καὶ τοῦτο. ∆ιά τοι τοῦτο εἰπὼν, Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν, ἐπήγαγεν· Οὐ μόνον δέ. Τί ἐστιν, Οὐ μόνον δέ; Οὐ μόνον ἀπὸ τούτου, φησὶν, ἐστὶν αἰδέσιμος, ὅτι κηρύττων εὐδοκιμεῖ, καὶ ἐπαινεῖται παρὰ πάντων, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν σὺν ἡμῖν. Ὅθεν μοι δοκεῖ τὸν Βαρνάβαν αἰνίττεσθαι. Καὶ πολὺ τὸ ἀξίωμα αὐτοῦ σημαίνει· δείκνυσι γὰρ καὶ ἐπὶ τίνι κεχειροτόνητο. Συνέκδημος γὰρ ἡμῶν, φησὶ, σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Εἶδες ὅσα αὐτοῦ τὰ ἐγκώμια; Εὐαγγελιζόμενος ἔλαμψε, καὶ τὰς Ἐκκλησίας ἔσχεν ἐπὶ τούτῳ μαρτυρούσας πάσας· ἐχειροτονήθη ὑφ' ἡμῶν, καὶ ἐφ' οἷς Παῦλος, καὶ πανταχοῦ κοινωνὸς αὐτῷ γέγονε, καὶ κατὰ τοὺς πειρασμοὺς καὶ κατὰ τοὺς κινδύνους· τὸ γὰρ ὄνομα τῆς ἐκδημίας τοῦτο αἰνίττεται. Τί δέ ἐστι, Σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν; Ὥστε τὸν λόγον καταγγέλλειν, φησὶ, καὶ τὸ Εὐαγγέλιον κηρύττειν· ἢ ὥστε καὶ πρὸς τὰ χρήματα ὑπηρετήσασθαι· μᾶλλον δὲ, πρὸς ἀμφότερά μοι δοκεῖ λέγειν. Εἶτα ἐπάγει· Πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἠξιώσαμεν, φησὶ, χειροτονηθῆναι αὐτὸν μεθ' ἡμῶν, καὶ εἰς τὸ ἔργον τοῦτο προχειρισθῆναι, ὥστε οἰκονόμον γενέσθαι τῶν ἱερῶν χρημάτων καὶ διάκονον (οὐδὲ γὰρ τοῦτο μικρὸν ἦν· Ἐπισκέψασθε γὰρ, φησὶν, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά)· καὶ ἐχειροτονήθη ὑπὸ τῶν Ἐκκλησιῶν, καὶ ψῆφος τοῦ δήμου παντὸς ἐγένετο. Τί ἐστιν, Εἰς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν; Ἵνα καὶ Θεὸς δοξάζηται, καὶ ὑμεῖς προθυμότεροι γίνησθε, τῶν ὑποδεχομένων τὰ χρήματα ταῦτα δοκίμων ὄντων, καὶ οὐδενὸς ψευδῆ τινα ὑποψίαν κατ' αὐτῶν τεκεῖν δυναμένου. 61.525 βʹ. ∆ιὰ τοῦτο τοιούτους ἐπεζητήσαμεν, καὶ οὐχὶ ἑνὶ μόνῳ τὸ πᾶν ἐπετρέψαμεν, ἵνα καὶ ταύτην φύγῃ τὴν ὑποψίαν, ἀλλὰ καὶ Τίτον ἐπέμψαμεν, καὶ μετὰ τούτου ἕτερον. Εἶτα ἑρμηνεύων αὐτὸ τοῦτο τὸ, Πρὸς τὴν δόξαν τοῦ Κυρίου καὶ προθυμίαν ὑμῶν, ἐπήγαγε· Στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Τί ποτέ ἐστι τὸ λεγόμενον; Ἄξιον τῆς ἀρετῆς Παύλου, καὶ τὴν πολλὴν αὐτοῦ κηδεμονίαν ἐμφαῖνον καὶ τὴν συγκατάβασιν. Ἵνα γὰρ μή τις ἡμᾶς ὑποπτεύσῃ, φησὶ, μηδὲ τὸν τυχόντα μῶμον καθ' ἡμῶν σχῇ, ὡς νοσφιζομένων ἐκ τῶν ἐγχειριζομένων ἡμῖν χρημάτων, διὰ τοῦτο τοιούτους ἐπέμψαμεν, καὶ οὐχ ἕνα μόνον, ἀλλὰ καὶ δύο καὶ τρεῖς. Εἶδες πῶς ἀπαλλάττει πάσης ὑποψίας αὐτούς; οὐκ ἀπὸ τοῦ εὐαγγελίου, οὐδὲ ἀπὸ τοῦ χειροτονηθῆναι μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ δοκίμους, καὶ δι' αὐτὸ τοῦτο χειροτονηθῆναι, ἵνα μὴ ὑποπτεύωνται. Καὶ οὐκ εἶπε, Μὴ ὑμεῖς μωμήσησθε, ἀλλὰ, Μή τις ἄλλος. Καίτοι γε δι' αὐτοὺς τοῦτο ἐποίησε, καὶ ᾐνίξατο εἰπὼν, Εἰς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν· ἀλλ' ὅμως οὐ βούλεται αὐτοὺς πλῆξαι, ἀλλ' ἑτέρως φησὶ, Στελλόμενοι τοῦτο ποιῆσαι· καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ τῇ ἐπαγωγῇ θεραπεύει πάλιν λέγων, Ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν·