1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

137

καὶ ὁ Χριστὸς ἔλεγε, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι. Τίνος ἕνεκεν; εἰ γὰρ ἄλλος ἡρπάγη, σὺ τί καυχᾷ; Ὅθεν δῆλον, ὅτι περὶ ἑαυτοῦ ταῦτα ἔλεγεν. Εἰ δὲ ἐπήγαγεν, Ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι· οὐδὲν ἄλλο λέγει, ἢ ὅτι, Ἀνάγκης οὐκ οὔσης, οὐδὲν ἐρῶ τοιοῦτον ἁπλῶς καὶ εἰκῆ· ἢ συσκιάζων πάλιν τὸ εἰρημένον, ὡς ἐνεχώρει. Ὅτι γὰρ περὶ ἑαυτοῦ πᾶς ὁ λόγος ἦν, καὶ τὰ ἑξῆς δηλοῖ· ἐπήγαγε γὰρ λέγων, Ἐὰν δὲ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ. Πῶς οὖν ἔμπροσθεν ἔλεγες, Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, καὶ Ὃ 61.577 λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ· ἐνταῦθα δὲ, Ἐὰν δὲ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων; Οὐ κατὰ τὸ καυχάσθαι, ἀλλὰ κατὰ τὸ ψεύδεσθαι· εἰ γὰρ τὸ καυχᾶσθαι ἀφροσύνης, πόσῳ μᾶλλον τὸ ψεύδεσθαι; Κατὰ τοῦτο οὖν φησιν, Οὐκ ἔσομαι ἄφρων. ∆ιὸ καὶ ἐπήγαγεν, Ἀλήθειαν γὰρ ἐρῶ, Φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Αὕτη ἐστὶν ἡ ὡμολογημένη αἰτία· καὶ γὰρ καὶ θεοὺς αὐτοὺς ἐνόμισαν διὰ τὸ μέγεθος τῶν σημείων. Καθάπερ οὖν ἐπὶ τῶν στοιχείων ἀμφότερα πεποίηκεν ὁ Θεὸς, καὶ ἀσθενῆ καὶ λαμπρὰ κατασκευάσας, τὸ μὲν, ἵνα κηρύξῃ τὴν αὑτοῦ δύναμιν, τὸ δὲ, ἵνα κωλύσῃ τῶν ἀνθρώπων τὴν πλάνην· οὕτω δὴ καὶ ἐνταῦθα καὶ θαυμαστοὶ ἦσαν καὶ ἀσθενεῖς, ὥστε δι' αὐτῶν τῶν ἔργων παιδεύεσθαι τοὺς ἀπίστους. Εἰ γὰρ μένοντες θαυμαστοὶ μόνον, καὶ μηδὲν ἀσθενείας δεῖγμα φέροντες, λόγῳ τοὺς πολλοὺς ἀπῆγον τοῦ μείζονα περὶ αὐτῶν ὑποπτεύειν τῆς ἀληθείας· οὐ μόνον οὐδὲν ἂν ἤνυσαν, ἀλλὰ καὶ τοὐναντίον ἂν κατεσκεύασαν. Αἱ γὰρ διὰ τῶν λόγων γινόμεναι παραιτήσεις, ταπεινοφροσύνης ἂν ἔδοξαν εἶναι μᾶλλον, καὶ πλέον αὐτοὺς θαυμασθῆναι παρεσκεύασαν. ∆ιὰ τοῦτο ἔργῳ καὶ πράγμασιν ἡ ἀσθένεια αὐτῶν ἐξεκαλύπτετο. Καὶ τοῦτο ἴδοι τις ἂν ἐπὶ τῶν ἐν τῇ Παλαιᾷ γενομένων ἀνθρώπων. Καὶ γὰρ ὁ Ἠλίας θαυμαστὸς ἦν, ἀλλ' ἠλέγχθη ποτὲ ὑπὸ δειλίας· καὶ ὁ Μωϋσῆς μέγας, ἀλλὰ καὶ οὗτος δι' αὐτὸ τοῦτο τὸ πάθος ἐδραπέτευσε. Ταῦτα δὲ ἔπασχον, τοῦ Θεοῦ ἀφιστῶντος, καὶ συγχωροῦντος ἐλεγχθῆναι τὴν ἀνθρωπίνην φύσιν. Εἰ γὰρ, ἐπειδὴ ἐξήγαγεν αὐτοὺς, λέγουσι, Ποῦ ἔστι Μωϋσῆς; εἰ καὶ εἰσήγαγε, τί οὐκ ἂν εἶπον; ∆ιὰ τοῦτο καὶ αὐτός φησι, Φείδομαι μή τις εἰς ἐμὲ λογίσηται. Οὐκ εἶπεν, Εἴπῃ, ἀλλ', Ἵνα μηδὲ λογίσηταί τι μεῖζον τῆς ἀξίας τῆς ἐμῆς. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι περὶ αὐτοῦ πᾶς ὁ λόγος. ∆ιὸ καὶ ἀρχόμενος ἔλεγε, Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Οὐκ ἂν, εἰ περὶ ἑτέρου ἔμελλεν ἐρεῖν ἅπερ εἶπε, τοῦτο εἶπε· τίνος γὰρ ἕνεκεν οὐ συμφέρει περὶ ἑτέρου καυχᾶσθαι; Ἀλλ' αὐτὸς ἦν ὁ τούτων ἀξιωθείς· διὸ καὶ ἐπάγει λέγων, Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ. Τί λέγεις; ὁ τὴν βασιλείαν οὐδὲν εἶναι νομίζων, οὐδὲ τὴν γέενναν πρὸς τὸν πόθον τοῦ Χριστοῦ, τὴν παρὰ τῶν πολλῶν ἐνόμιζέ τι εἶναι τιμὴν, ὥστε καὶ ἐπαρθῆναι, καὶ διηνεκοῦς δεῖσθαι τοῦ χαλινοῦ; οὐ γὰρ εἶπεν, Ἵνα κολαφίσῃ, ἀλλ' Ἵνα κολαφίζῃ. Καὶ τίς ἂν τοῦτο εἴποι; Τί οὖν ἐστι τὸ λεγόμενον; Ὅταν ἀνακαλύψωμεν τίς ποτέ ἐστιν ὁ σκόλοψ, καὶ τίς ὁ ἄγγελος τοῦ σατᾶν, τότε καὶ τοῦτο ἐροῦμεν. Τινὲς μὲν οὖν κεφαλαλγίαν τινὰ ἔφασαν αὐτὸν λέγειν ὑπὸ τοῦ διαβόλου γινομένην· ἀλλὰ μὴ γένοιτο. Οὐ γὰρ ἂν τὸ σῶμα τοῦ Παύλου ταῖς τοῦ διαβόλου χερσὶν ἐξεδόθη, ὅπου γε αὐτὸς ὁ διάβολος ἐπιτάγματι μόνον εἶκεν αὐτῷ τῷ Παύλῳ· καὶ νόμους αὐτῷ καὶ ὅρους ἐτίθει, ὅτε τὸν πορνεύοντα παρέδωκεν εἰς ὄλεθρον τῆς σαρκός· καὶ ὑπερβῆναι τούτους οὐκ ἐτόλμησεν ἐκεῖνος. Τί οὖν ἐστι τὸ λεγόμενον; Σατᾶν ὁ ἀντικείμενος 61.578 λέγεται τῇ τῶν Ἑβραίων φωνῇ· καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τοὺς ἀντικειμένους οὕτως ἐκάλεσεν ἡ Γραφὴ, καὶ περὶ τοῦ Σολομῶντος διηγουμένη φησὶν, Οὐκ ἦν σατᾶν ἐν ταῖς ἡμέραις αὐτοῦ· τουτέστιν, ἀντικείμενος, πολεμῶν, ἢ ἐνοχλῶν. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· Οὐκ εἴασεν ὁ Θεὸς προχωρῆσαι τὸ κήρυγμα, τὸ φρόνημα καταστέλλων ἡμῶν, ἀλλὰ συνεχώρησε τοῖς ἀντικειμένοις ἐπιτίθεσθαι ἡμῖν. Τοῦτο μὲν γὰρ ἱκανὸν ἦν κατασπάσαι τὸ φρόνημα, ἐκεῖνο δὲ