1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

6

πληγὰς μὲν ἤνεγκαν, ζημίαν δὲ χρημάτων οὐκ ἤνεγκαν, ἀλλὰ καὶ μαστίζεσθαι ὑπὲρ αὐτῶν εἵλοντο, καὶ μυρία πάσχειν δεινὰ μᾶλλον ἢ ἐκείνων τι προέσθαι· καὶ μείζων αὐτοῖς ἐφάνη ἡ πληγὴ αὕτη, ἡ τῆς ζημίας τῶν χρημάτων. Ὥστε καὶ οὗτος ἕτερος πάλιν μαρτυρίου τρόπος τῷ φέροντι γενναίως τὴν τούτων ἀπώλειαν. Καὶ πῶς οἴσομεν γενναίως, φησίν; Ὅταν μάθῃς ὅτι πλείονα κερδανεῖς ὧν ἀπώλεσας δι' ἑνὸς ῥήματος τοῦ τῆς εὐχαριστίας. Ἂν γὰρ ἀκούσαντες τὴν ἀπώλειαν μὴ ταραχθῶμεν, ἀλλ' εἴπωμεν, Εὐλογητὸς ὁ Θεός· πολλῷ πλείονα πλοῦτον εὑρήκαμεν. Οὐ γὰρ δὴ τοσαῦτα καρπώσῃ, τὸν πλοῦτον ἀναλίσκων εἰς τοὺς δεομένους, καὶ περιιὼν, καὶ πένητας ἐπιζητῶν, καὶ σκορπίζων τὰ ὄντα τοῖς πεινῶσιν· ὅσα διὰ τούτου τοῦ ῥήματος κερδανεῖς. Ἐπεὶ καὶ τὸν Ἰὼβ οὐχ οὕτω θαυμάζω τὴν οἰκίαν ἀνοίγοντα τοῖς δεομένοις, ὡς ἐκπλήττομαι, καὶ ἀνακηρύττω τὴν ἁρπαγὴν τῶν χρημάτων εὐχαρίστως φέροντα. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ παίδων ἀποβολῆς ἔστι συμβαῖνον ἰδεῖν. Οὐδὲ γὰρ ἐνταῦθα ἐλάττονα λήψῃ μισθὸν τοῦ τὸν υἱὸν ἀναγαγόντος καὶ καταθύσαντος, εἰ τελευτῶντα ἰδὼν ηὐχαρίστησας τῷ φιλανθρώπῳ Θεῷ. Τί γὰρ ὁ τοιοῦτος τοῦ Ἀβραὰμ ἔσται χείρων; Ἐκεῖνος γὰρ οὐκ εἶδε κείμενον νεκρὸν, ἀλλὰ προσεδόκησε μόνον· ὥστε εἰ πλεονεκτεῖ τῷ μέλλειν καταθύειν, καὶ τὴν χεῖρα ἐκτείνας τὴν μάχαιραν 61.390 ἁρπάσαι, πλεονεκτεῖται τῷ κεῖσθαι τὸ παιδίον νεκρὸν ἐνταῦθα. Καὶ ἄλλως δὲ, ἐκείνῳ μὲν ἡ τοῦ κατορθώματος ἐλπὶς ἔφερε παραμυθίαν, καὶ τὸ τῆς ἰδίας ἀνδρείας ἔργον εἶναι τὴν ἀριστείαν ἐκείνην, καὶ τὸ φωνῆς ἄνωθεν φερομένης ἀκοῦσαι προθυμότερον ἐποίει· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὅθεν ἀδαμαντίνης δεῖ ψυχῆς τῷ μονογενῆ παῖδα, καὶ ἐν πλούτῳ τραφέντα, καὶ χρηστὰς ὑποφαίνοντα ἐλπίδας, ἐπὶ τοῦ βόθρου κείμενον ὁρῶντι καὶ τεταμένον, ὥστε πράως ἐνεγκεῖν τὸ συμβάν. Ὁ τοιοῦτος ἂν δυνηθῇ, τῆς φύσεως τὰ κύματα κατευνάσας, εἰπεῖν τὸ τοῦ Ἰὼβ ἀδακρυτὶ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, μετὰ τοῦ Ἀβραὰμ αὐτοῦ στήσεται, μετὰ τοῦ Ἰὼβ ἀνακηρυχθήσεται ἀπὸ τοῦ ῥήματος τούτου μόνον. Κἂν τοὺς κωκυτοὺς τῶν γυναικῶν παύσας, καὶ τοὺς χοροὺς τῶν θρηνουσῶν διαλύσας, εἰς δοξολογίαν ἅπαντας διεγείρῃ, μυρία ἄνωθεν, μυρία κάτωθεν δέξεται τὰ βραβεῖα, ἀνθρώπων αὐτὸν θαυμαζόντων, ἀγγέλων κροτούντων, τοῦ Θεοῦ στεφανοῦντος. ϛʹ. Καὶ πῶς δυνατὸν μὴ πενθεῖν ἄνθρωπον ὄντα, φησίν; Ἂν ἐννοήσῃς πῶς ὁ πατριάρχης, πῶς ὁ Ἰὼβ, ἄνθρωποι ὄντες οἱ ἀμφότεροι, οὐδὲν τοιοῦτον ἔπαθον, καὶ ταῦτα πρὸ νόμου καὶ χάριτος καὶ τῆς τοσαύτης τῶν νόμων φιλοσοφίας ἑκάτερος αὐτῶν γενόμενος, ἂν λογίσῃ, ὅτι εἰς βελτίονα χώραν μετέστη, καὶ πρὸς ἀμείνω λῆξιν ἀπεπήδησεν ὁ τελευτήσας, καὶ οὐκ ἀπώλεσας τὸν υἱὸν, ἀλλ' ἐν ἀσύλῳ λοιπὸν ἀπέθου χωρίῳ. Μὴ τοίνυν λέγε, ὅτι Οὐκέτι καλοῦμαι πατήρ. ∆ιὰ τί γὰρ οὐκέτι καλῇ τοῦ υἱοῦ μένοντος; μὴ γὰρ ἀπέβαλες τὸ παιδίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; Μᾶλλον ἐκτήσω, καὶ ἀσφαλέστερον ἔσχες. ∆ιὰ τοῦτο οὐκέτι ἐνταῦθα μόνον καλῇ πατὴρ, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ· ὥστε οὐ τὸ πατὴρ καλεῖσθαι ἀπώλεσας, ἀλλὰ τὸ μειζόνως καλεῖσθαι προσέλαβες· οὐ γὰρ θνητοῦ παιδίου λοιπὸν, ἀλλ' ἀθανάτου κληθήσῃ πατὴρ, στρατιώτου γενναίου, καὶ ἔνδον ἑστῶτος διηνεκῶς. Μὴ γὰρ, ἐπειδὴ μὴ πάρεστι, καὶ ἀπολωλέναι αὐτὸν νόμιζε. Οὐδὲ γὰρ, εἰ ἀποδημῶν ἐτύγχανεν, ἀπέστη ἄν σου καὶ τοὔνομα τῆς συγγενείας μετὰ τοῦ σώματος. Μὴ δὴ τῇ ὄψει τοῦ κειμένου πρόσεχε, ἐπεὶ ἀναῤῥιπίζεις τὸ πάθος, ἀλλ' ἄπαγε τὴν διάνοιαν ἀπὸ τοῦ κειμένου πρὸς τὸν οὐρανόν. Οὐχ οὗτός ἐστι τὸ παιδίον τὸ κείμενον, ἀλλ' ἐκεῖνος ὁ ἀποπτὰς καὶ ἀναδραμὼν εἰς ὕψος ἄπειρον. Ὅταν τοίνυν ἴδῃς τοὺς ὀφθαλμοὺς καθηρημένους, καὶ τὸ στόμα συνῃρημένον, καὶ τὸ σῶμα ἀκίνητον, μὴ τοῦτο ἐννόει, ὅτι τοῦτο τὸ στόμα οὐκέτι φθέγγεται, οὗτοι οἱ ὀφθαλμοὶ οὐκέτι βλέπουσιν, οὗτοι οἱ πόδες οὐκέτι βαδίζουσιν, ἀλλ' εἰς φθορὰν πάντα οἴχεται· μὴ ταῦτα λέγε, ἀλλὰ τἀναντία τούτων, ὅτι Τοῦτο μὲν τὸ στόμα ἄμεινον φθέγξεται, καὶ οἱ ὀφθαλ 61.391 μοὶ μείζονα ὄψονται, καὶ οἱ πόδες ἐπὶ νεφελῶν ἀρθήσονται, καὶ τὸ διαφθειρόμενον