70
εἶναι. «Νῦν δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν. Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; νῦν δὲ πολλὰ μὲν μέλη ἓν σῶμα.» Πάλιν ἐπὶ τὴν τοῦ Θεοῦ βούλησιν ἀναφέρει τὸν λόγον, ἵνα μὴ ἀντιλέγωμεν τῷ οὕτω προστάξαντι, μηδὲ λέγωμεν, ∆ιὰ τί οὕτω, καὶ διὰ τί οὐχ οὕτω; Κἂν γὰρ μυρίους λόγους ἔχωμεν εἰπεῖν, οὐχ οὕτω δυνάμεθα δεῖξαι ὅτι καλῶς. Ὡς ὅταν εἴπωμεν, Ὡς 95.672 ὁ ἀριστοτέχνης ἠθέλησεν, οὕτως ἐγένετο. Ὡς γὰρ συμφέρον ἐστὶν, οὕτως βούλεται. Ὥστε καὶ τῷ ποδὶ συμφέρει τὸ οὕτω τετάχθαι, οὐχὶ τῇ κεφαλῇ μόνον. Κἂν ἀντιλέγῃ τὴν τάξιν, καὶ τὴν ἰδίαν χώραν ἀφεὶς ἐφ' ἑτέραν ἔλθῃ, τὸ πᾶν ἀπώλεσεν. Τῆς τε γὰρ οἰκείας ἐκπίπτει, καὶ τῆς ἑτέρας οὐκ ἐπιτυγχάνει. Ἀφ' ὧν ἐνόμιζον οὐκ εἶναι ἰσότιμοι τῷ πολλὴν ἐν αὐτοῖς εἶναι τὴν διαφορὰν, ἀπὸ τούτου δείκνυσιν ἰσοτίμους. Εἰ μὴ ἦν, φησὶν, ἐν ὑμῖν πολλὴ ἡ διαφορὰ, οὐκ ἂν ἦτε σῶμα ἕν. Σῶμα δὲ οὐκ ὄντες ἓν, οὐκ ἂν ἦτε ἰσότιμοι. Νῦν δὲ ἐπειδὴ οὐκ ἐστὲ πάντες ἕν τι χάρισμα ἔχοντες, διὰ τοῦτο σῶμά ἐστε· σῶμα δὲ ὄντες, πάντες ἐστὲ ἓν, καὶ οὐδὲν διαφέρετε κατὰ τὸ σῶμα εἶναι. Ὥστε ἡ διαφορὰ αὕτη μάλιστά ἐστιν ἡ ποιοῦσα τὴν ἰσοτιμίαν. «Οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω.» Καταστείλας τῶν ἐλασσόνων τὴν ἀθυμίαν, ταπεινοῖ καὶ τῶν μειζόνων τὸν τύφον. «Ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶν, Χρείαν ὑμῶν οὐκ ἔχω.» Εἰ γὰρ καὶ ἔλαττον τὸ χάρισμα, φησὶν, ἀλλὰ ἀναγκαῖον. Ὥσπερ γὰρ ἐκείνου οὐκ ὄντος, πολλὰ ἐμποδίζεται, οὕτως καὶ τούτου χωρὶς χωλοῖ τὸ πλήρωμα τῆς Ἐκκλησίας. «Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι· καὶ ἃ δοκοῦμεν ἀτιμώτερα μέλη εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν παρατίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν, εὐσχημοσύνην περισσοτέραν ἔχει· τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει, ἀλλὰ ὁ Θεός.» Καὶ ἑτέραν ὑπερβολὴν τίθησι· λέγει ὅτι οὐ χρείαν ἔχει τὰ μείζονα τῶν ἐλασσόνων, ἀλλ' ὅτι καὶ πολλὴν χρείαν. Ὅρα δὲ ὅπως ἐπὶ τῶν ἀσθενεστέρων, τὰ δοκοῦντα φησίν. Ὅταν δὲ ἀναγκαῖα, οὐκέτι προστίθησι τὰ δοκοῦντα, ἀλλ' αὐτὸς ἀποφαίνεται, ὅτι ἀναγκαῖά ἐστιν. Τί γὰρ τῶν μορίων τῶν γεννητικῶν ἀτιμώτερον ἐν ἡμῖν εἶναι δοκεῖ; Ἀλλ' ὅμως χρήσιμα διὰ τὴν παιδοποιίαν· διὰ τοῦτο καὶ οἱ νομοθέται Ῥωμαίων, τοὺς ταῦτα ἀκρωτηριάζοντας τὰ μέλη, καὶ ποιοῦντας εὐνούχους κολάζουσιν, ἅτε τῷ κοινῷ γένει λυμαινομένους, καὶ αὐτῇ τῇ φύσει ἐπηρεάζοντας. Ἀλλ' ἀπόλοιντο οἱ ἀκόλαστοι, οἱ τοῦ Θεοῦ τὰ δημιουργήματα ἀποβάλλοντες. Ὥσπερ γὰρ τῷ οἴνῳ πολλοὶ διὰ τοὺς μεθύοντας κατηράσαντο, καὶ τῇ φύσει τῶν γυναικῶν διὰ τὰς μοιχευομένας, οὕτω καὶ τὰ μέλη ταῦτα αἰσχρὰ εἶναι ἐνόμισαν, διὰ τοὺς οὐκ εἰς δέον αὐτοῖς χρωμένους. Ἀλλ' οὐκ ἐχρῆν· οὐ γὰρ τῇ φύσει τοῦ πράγματος ἡ ἁμαρτία συγκεκλήρωται, ἀλλ' ἀπὸ τῆς προαιρέσεως τίκτεται τοῦ τολμήματος τὸ πλημμέλημα. «Συνεκέρασεν τὸ σῶμα.» 95.673 Εἰ δὲ συνεκέρασεν, οὐκ ἀφῆκε τοῦ ἀτιμώτερον φαίνεσθαι. «Τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν.» Ἐπειδὴ γὰρ καὶ πολλῆς παραμυθίας τυχόντες ἐλυποῦντο ὡς ἔλαττον λαβόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν. Τῷ γὰρ ὑστερουμένῳ, φησὶ, τιμὴν περισσοτέραν ἔδωκεν. «Ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.» Τὸν λόγον τῆς περισσοτέρας τιμῆς ἀποδέδωκεν, ἀπὸ τοῦ συμφέροντος κατασκευάζων αὐτὸν, ἵνα μὴ ᾖ σχίσματα, λέγων. Ἄν τε γὰρ ὀφθαλμὸς, ἄν τε ῥὶς, διατηρῶσι τὸ οἰκεῖον, τοῦ συνδέσμου λυθέντος, ὄφελος οὐδὲν ἔσται λοιπόν. Ἂν δὲ τούτου μένοντος ἐκεῖνα βλαβῇ, καὶ διαβαστάζεται, καὶ πρὸς ὑγείαν ἐπάνεισι ταχέως. «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ.» Εἰ δὲ τὸ ἡμέτερον οὐ δεῖ στασιάζειν σῶμα, πολλῷ μᾶλλον τὸ τοῦ Χριστοῦ. «Καὶ μέλη ἐκ μέρους.» Ἡ Ἐκκλησία ἡ παρ' ὑμῖν, φησὶ, μέρος ἐστὶ τῆς πανταχοῦ Ἐκκλησίας, ὥστε οὐχὶ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς ἅπασαν τὴν κατὰ τὴν οἰκουμένην Ἐκκλησίαν εἰρηνεύειν ἂν εἴητε δίκαιοι, εἴ γε παντός ἐστε μέλη τοῦ