1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

50

ἀναμνήσει.» Οὐκ εἶπεν, διδάξει, ἵνα μὴ δυσανασχετῶσιν, ὡς παρ' αὐτοῦ μανθάνοντες. «Τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω.» Τουτέστι, τὰς οἰκονομίας, τοὺς κινδύνους, τὰ ἔθη, τοὺς κανόνας, τοὺς θεσμοὺς τοὺς ἀποστολικοὺς, τὰ ἄλλα πάντα. Ἐπειδὴ γὰρ εἶπεν, Γυμνητεύομεν, καὶ 95.605 κολαφιζόμεθα, καὶ ἀστατοῦμεν· καὶ ταῦτα πάντα, φησὶν, ὑμᾶς ἀναμνήσει. Καὶ ἀνώτερον τὸν λόγον ἄγων, ἐπήγαγεν τὰς ἐν Χριστῷ, πάντα ὡς εἴωθεν ἀνατιθεὶς τῷ ∆εσπότῃ, καὶ δεικνὺς ἅμα ὅτι οὐδὲν ἔχουσιν ἄνθρωποι, καὶ ὅτι μετὰ τῆς ἐκεῖθεν βοηθείας ἅπαντα κατορθοῖ. «Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἂν Κύριος θελήσῃ.» Μέλλων δὲ ἐμβάλλειν εἰς τὴν κατηγορίαν τοῦ πεπορνευκότος, θυμοῦ γέμοντας εἰσφέρει τοὺς λόγους, οὐκ αὐτὸς δὲ τοῦτο πάσχων, ἀλλ' ἐκείνους διορθούμενος. Καὶ τὸν πεπορνευκότα ἀφεὶς, τοῖς ἄλλοις διαλέγεται, οὐκ ἀξιῶν ἐκεῖνον οὐδὲ τῶν παρ' αὐτοῦ λόγων. Κατασείει δὲ αὐτῶν τὸ φρόνημα φιλαρχίας ἐγκλήματι, ὡς τῇ ἀπουσίᾳ τοῦ διδασκάλου εἰς ἀπόνοιαν κεχρημένων. «Καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει.» Οὐδὲ γὰρ ἀπὸ κατορθωμάτων, ἀλλὰ ἀπὸ τῆς τοῦ διδασκάλου ἀπουσίας ἡ ἀπόνοια ἦν, καὶ οὐκ εἶπεν, γνώσομαι τὴν σοφίαν, ἀλλὰ, τὴν δύναμιν. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐ δι' εὐγλωττίας ἐκρατήσαμεν, ἀλλὰ τοῦ θείαν εἶναι τὴν διδασκαλίαν ἡμῶν, καὶ βασιλείαν καταγγέλλειν τῶν οὐρανῶν, μεγίστην ἀπόδειξιν παρεχόμενοι τὰ σημεῖα, ἃ ποιοῦμεν τῇ δυνάμει τοῦ Πνεύματος. «Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πραΰτητος;» Καὶ τὸ φοβερὸν ἔχει καὶ τὸ προσηνὲς ὁ λόγος οὗτος. Τί δέ ἐστιν, ἐν ῥάβδῳ; ἐν κολάσει, ἐν τιμωρίᾳ· σκόπει δὲ καὶ φιλοσοφίαν τοῦ Παύλου. Τὴν ἐξουσίαν γὰρ αὐτὸς ἔχων καὶ τούτου κἀκείνου, ἑτέρους ποιεῖται κυρίους, λέγων, Τί θέλετε; ἐν ὑμῖν τὸ πρᾶγμα κεῖται, φησίν.

ΚΕΦΑΛ. Εʹ. «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία.» Οὐκ εἶπε, Τολμᾶται

πορνεία, ἀλλὰ, ἀκούεται πορνεία. Καὶ τὸ, ἐν ὑμῖν δὲ ἐμφατικῶς εἴρηται, τουτέστιν ἐν ὑμῖν τοῖς πιστοῖς, τοσούτων ἀπολελαυκόσι μυστηρίων, τοῖς ἐπὶ τὸν οὐρανὸν κληθεῖσιν. «Ἥ τις οὐκ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται.» Καὶ γὰρ ἀεὶ ἀπὸ τῶν ἐθνῶν ὀνειδίζει τοῖς πιστοῖς. Καὶ γὰρ καὶ Θεσσαλονικεῦσιν γράφει λέγων· Ἕκαστος τὸ ἑαυτοῦ σκεῦος κτάσθω ἐν ἁγιασμῷ, μὴ ἐν πάθει ἐπιθυμίας· καθὼς καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα Θεόν. Ὥστε γυναῖκα τοῦ πατρὸς ἔχειν.» Οὐκ εἶπε, μητρυῖαν, ἀλλὰ γυναῖκα πατρός· ὡς πολλῷ πλῆξαι χαλεπώτερον. «Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ;» Ὡς εἰ λέγοι· Μή μοι εἴπῃς ὅτι εἷς ἐστιν ὁ πεπορνευκώς· κοινὸν πάντων γέγονεν τὸ ἔγκλημα. Κοινὸν 95.608 δὲ οὐκ ἐπὶ τῷ ἁμαρτήματι λέγω, ἀλλ' ἐπὶ τῇ διδασκαλίᾳ τῇ παρ' ἐκείνου. Εἰ καὶ οὐχ οὕτως εἴρηκεν, ἀλλὰ ἀφῆκεν αὐτὸ μέσον, ἵνα πλήξῃ μειζόνως. Εἷς δὲ τῶν διδασκάλων πορνεύσας ἦν. «Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.» Ὅτι εἰς τὸ κοινὸν, φησὶ, τῆς Ἐκκλησίας ἡ διαβολὴ προεχώρησεν. Καὶ οὐκ εἶπεν· οὐχὶ μᾶλλον ἐξεβάλετε, ἀλλ' ὡς ἐπὶ νόσου τινὸς καὶ λοιμοῦ πένθους χρείαν πεποίηκεν. «Ἐγὼ μὲν γὰρ ὡς παρὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι.» Οὐκ ἀναμεῖναι αὐτοῦ τὴν παρουσίαν φησὶν, οὐδὲ ἐκδέξασθαι αὐτὸν, καὶ τότε πρᾶξαι· ἀλλ' ὥσπερ τινὰ λοιμὸν ἀπελαύνειν μέλλων, πρὶν ἣ διαδοθῆναι εἰς τὸ λοιπὸν σῶμα ἐπείγεται κατασχεῖν. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἤδη κέκρικα ὡς παρών. Τοῦτο δὲ ἔλεγεν οὐ μόνον κατεπείγων αὐτοὺς εἰς τὴν ἀπόφασιν, καὶ οὐκ ἀφεὶς ἄλλοτι βουλεύσασθαι, ἀλλὰ καὶ φοβῶν, ὡς εἰδὼς τὰ ἐκεῖ γενησόμενα καὶ κριθησόμενα. Τοῦτο γάρ ἐστι παρεῖναι τῷ πνεύματι ὥσπερ ὁ Ἐλισσαῖος παρῆν τῷ Γιεζῇ, καὶ ἔλεγεν· Οὐχὶ ἡ καρδία μου μετὰ σοῦ; «Ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ