1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

140

ταπεινοφροσύνης, ὅπου γε τοὺς ἑαυτοῦ μαθητὰς ἴσους αὐτοῦ συντάττει. Ἀναμιμνήσκει δὲ αὐτοὺς τῆς χάριτος δι' ἧς ἐλυτρώθησαν, ἠρέμα πλήττων αὐτῶν τὰ περὶ τὸν βίον πταίσματα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὸν Θεὸν καὶ Πατέρα λέγει, υἱοθεσίας αὐτοὺς εἰς μνήμην ἄγων. Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν. Ὅρα πῶς ἀληθὴς ἡ ὑπὲρ αὐτῶν εὐχαριστία ἀναφερομένη τῷ Θεῷ, ὅτι πίστιν ἔσχον, καὶ οὐχ ἁπλῶς πίστιν, ἀλλ' ἐνέργειαν, καὶ οὐχ ἁπλῶς ἀγάπην, ἀλλ' ἔγκοπον ἀγάπην εἶπον. Ἐκοπίων γὰρ ἐν τοῖς διωγμοῖς διὰ τὸ ἀγαπᾷν τὸν Κύριον. Καὶ οὐχ ἁπλῶς ἐλπίδα εἶχον, ἀλλὰ μεθ' ὑπομονῆς τὴν ἐλπίδα. Τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Εἰ πιστεύεις, πάντα πάσχε. Εἰ δὲ μὴ πάσχεις, οὐ πιστεύεις. Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ Εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ Πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε, οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι' ὑμᾶς, καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος ἁγίου. Ἀπὸ κοινοῦ τὸ, εὐχαριστοῦμεν, ἵνα ᾖ, Εὐχαριστῶμεν τῷ Θεῷ, γινώσκοντες τὴν ἐκλογὴν ὑμῶν καθ' ἣν ἐξελεξάμεθα ὑμᾶς, καὶ ὅτι παραλαβόντες τὸ Εὐαγγέλιον ἐν ἀποδείξει δυνάμεως πολλῆς, ἧς ἐνήργηκε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ἁπλῶς παρελάβετε, ἀλλὰ τοσαύτην ἐν ὑμῖν ἔσχε τὴν ἰσχὺν, ὡς μιμητὰς 95.908 ὑμᾶς ἡμῶν γενέσθαι, καὶ τοῦ Κυρίου. Τοῦτο δὲ λέγει, δι' ἃς ὑπέμεινε θλίψεις παρὰ τῶν Ἰουδαίων. Ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ. Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ὑμᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ὑμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς. Καὶ πῶς. Ὅρα πόσην ἔσχον ἐπίδοσιν, ὡς καὶ αὐτοὺς ἑτέροις γίνεσθαι τύπον, καὶ οὐκ ὀλίγοις, ἀλλὰ καὶ χώραις ὅλαις, καὶ ἔθνεσιν· ἐν τῇ Μακεδονίᾳ γὰρ καὶ ἐν τῇ Ἀχαΐᾳ. Εὖ δὲ καὶ τὸ ἐξηχήθη, διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος. Συνεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, Θεῷ ζῶντι καὶ ἀληθινῷ. Ἐπειδὴ Θεοῦ ἦσαν, καὶ ἐπλανήθησαν, καὶ πάλιν ἐκλήθησαν, διὰ τοῦτο, ἐπεστρέψατε, εἶπεν· καλῶς δὲ καὶ, τῷ ζῶντι, πρὸς ἀντιδιαστολὴν τοῦ ἀψύχου εἰδώλου· καὶ τῷ ἀληθινῷ, πρὸς ἀντιδιαστολὴν τῶν ψευδωνύμων θεῶν. Καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ὑμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Πρῶτον τὸ ἔνδοξον τίθησι τὸ ἐκ τῶν οὐρανῶν, εἶτα τὸ ἄδοξον, τὸν θάνατον· καὶ τὴν αἰτίαν εὐθὺς ἐπισυνάπτει τοῦ θανάτου· αὕτη δέ ἐστιν ἡ ἡμετέρα σωτηρία. Ἐῤῥύσατο γὰρ ἡμᾶς ἐκ τῆς ἐπικειμένης ὀργῆς.

ΚΕΦΑΛ. Βʹ. Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ

γέγονεν, ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν, λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. Ἡ γὰρ παράκλησις ἡμῶν. Αὐτοὺς καλεῖ μάρτυρας πρὸς οὓς ὁ λόγος, ὅτι δὴ αὐτοὺς εἰδέναι βούλεται, ὅτι οὐκ ὀκνηρότερον αὐτὸν ἐποίησε πρὸς τὸ αὐτῶν κήρυγμα, ἡ ἐν Φιλίπποις γειναμένη θλίψις. Τοῦτο δὲ προτροπὴ λεληθυῖα τοῦ γενναίως ὑποφέρειν τὰς θλίψεις. Οὐκ ἐκ πλάνης. Καὶ τούτου σημεῖον, τοὺς ἐν θλίψει κηρύξαι. Ὁ γὰρ πλανῶν ἐν τῷ κηρύγματι, οὐκ ἄν ποτε ὑπὲρ αὐτοῦ τοῦ κηρύγματος θλίψιν ὑπομένοι, εἰδὼς αὐτὸ τοῦτο θλίψιν ὑπάρχον. Οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ, ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ, πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ, τῷ δοκιμάζοντι τὰς καρδίας