1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

40

αὐτοῖς ἀνῄρητο καὶ Χριστιανοῖς ἔτι προσαγορεύεσθαι· ὅρα πῶς ἐν ἀρχαῖς διὰ πάντων αὐτοὺς ἀναμιμνήσκει τοῦ ὀνόματος τοῦ Χριστοῦ, λέγων· Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ· τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Χάρις ὑμῖν ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστῶ ἐπὶ τῇ χάριτι τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἀπεκαλύφθη ἐν ὑμῖν, ἀπεκδεχομένοις τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅρα τὴν συνέχειαντοῦ ὀνόματος τοῦ Χριστοῦ· ὅθεν δῆλον, ὅτι οὐκ εἰκῆ τοῦτο καὶ ἁπλῶς ἐποίει, ἀλλὰ τῇ πυκνότητι τῆς καλῆς ταύτης προσηγορίας, τὴν πρόσκλησιν, καὶ τὴν ἀπόσχισιν, καὶ τὴν ἀφ' ἑτέρων προσηγορίαν αὐτῶν ἀφαιρῶν. Κλητὸς, οὐκ αὐτοχειροτόνητος ἀπόστολος, ὡς ὑμεῖς χειροτονητοὶ διδάσκαλοι· ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. «Τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.» ∆ιὰ τίνος ἐδόθη; ἆρα δι' ἐμοῦ, ἢ δι' ἑτέρου ἀποστόλου; Οὐδαμῶς, φησὶν, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. Τὸ γὰρ, ἐν Χριστῷ Ἰησοῦ, τοῦτό ἐστι. «Καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν.» Εἰ τοίνυν ἐβεβαιώθητε καὶ ἐστηρίχθητε διὰ σημείων καὶ χάριτος, τίνος ἕνεκεν παρασαλεύεσθε; «Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι.» ∆είκνυσιν ὅσον μέλλουσιν ἑαυτῶν ἀποστερεῖν, τοῖς ψευδοδιδασκάλοις προσκείμενοι. «Ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ὅμοιον ὡς εἰ λέγοι· Τί θορυβεῖσθε; τί ταράττεσθε, ὅτι οὐ πάρεστι Χριστός; Πάρεστι μὲν οὖν, καὶ ἡμέρα ἐπὶ θύραις· καὶ πολλῆς ἀρετῆς, καὶ πολλῶν χρεία πόνων, ὥστε δυνηθῆναι πρὸς τὸ τέλος ἐλθεῖν. Ἀποκάλυψιν δὲ λέγει, δεικνὺς ὅτι, εἰ καὶ μὴ ὁρᾶται, ἀλλ' ἔστι καὶ πάρεστι, καὶ νῦν καὶ τότε φανήσεται. «Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες.» Ὅμοιον ὡς εἰ λέγοι· Εἰς κοινωνίαν τοῦ Μονογενοῦς ἐκλήθητε, καὶ ἀνθρώποις ἑαυτοὺς προσνέμετε, 95.573 τί ταύτης ἀθλιότητος χεῖρον; Πῶς δὲ ἐκλήθησαν; ∆ιὰ τοῦ Πατρός. Ἐπειδὴ γὰρ, ∆ι' αὐτοῦ, καὶ, ἐν αὐτῷ, συνεχῶς λέγει περὶ τοῦ Υἱοῦ, ἵνα μὴ νομίσωσιν, ὅτι ὡς ἐλάττονος αὐτοῦ οὕτω μέμνηται, προσένειμεν αὐτὰ τῷ Πατρί. Τῷ δὲ, εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ, ὅμοιον τὸ ἀλλαχοῦ εἰρημένον, εἰ συμπάσχομεν, καὶ συμβασιλεύσομεν. Ταῦτα δὲ προοικονομεῖ ἐν τῷ λόγῳ νῦν, ὥστε μὴ μέγα τὸ σφοδρὸν τῶν ἐγκλημάτων, εἰς ἀπόγνωσιν αὐτοὺς ἐμπεσεῖν. «Καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα.» Τοῦ σχίσματος ἡ ἔμφασις ἰσχυρόν ἐστι κατηγορίας ὄνομα. Τὸ γὰρ ὁλόκληρον ὅταν εἰς πολλὰ διαιρεθῇ, οὐ μόνον πολλὰ οὐ γίνεται, ἀλλὰ καὶ τὸ ἓν ἀπόλλυται. «Ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ.» Ἐπειδὴ σφόδρα καθήψατο τῇ προσηγορίᾳ τοῦ σχίσματος, πάλιν πραΰνει τὸν λόγον, λέγων· ἵνα ἦτε κατηρτισμένοι· ὅμοιον δὲ ὡς εἰ λέγοι· Μὴ νομίσητε ὅτι μέχρι ῥημάτων συμβουλεύω τὴν ὁμόνοιαν· τὴν γὰρ ἀπὸ διανοίας ἐπιζητῶ. «Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει.» Πάλιν τῇ τῆς ἀδελφότητος προσηγορίᾳ ἐκκαλεῖται αὐτοὺς εἰς πειθώ. «Ἐγὼ μέν εἰμι Παύλου· ἐγὼ δὲ Ἀπολλώ· ἐγὼ δὲ Κηφᾶ.» Οὐχ ὅτι Παύλου ἑαυτοὺς ἢ Κηφᾶ προσηγόρευον, ἀλλὰ τὰ ἐκείνων ὀνόματα εἰς ἑαυτὸν μετασχηματίζει, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς δηλοῖ. Σημαίνει δὲ τούτῳ, ὅτι εἰ Παύλου, καὶ Πέτρου, καὶ Ἀπολλὼ οὐκ ἐχρῆν ἐπιφημίζειν αὐτοῖς ὀνόματα, πολλῷ μᾶλλον δὲ ἑτέρων. «Ἐγὼ δὲ Χριστοῦ.» Οὐ τοῦτο ἐγκαλεῖ, ὅτι καί τινες καὶ Χριστοῦ προσηγόρευον ἑαυτοὺς, ἀλλ' ὅτι μὴ πάντες, ἀλλ' ὡς ἐν μερίδι τινὶ δέδοται ὁ Χριστός.