1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

77

ἀνάστασιν ὁμολογοῦμεν ἐν τῷ βαπτίσματι. Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; Οὐκ εἶπεν, ἐγὼ, ἀλλ', ἡμεῖς, παραλαμβάνων πάντας τοὺς ἀποστόλους· καὶ ταύτῃ μετριάζων, καὶ ἀξιόπιστον τὸν λόγον ποιῶν. Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ. Ἐνταῦθα τὴν αὐτῶν προκοπὴν λέγει. Πῶς δὲ ἀποθνήσκει καθ' ἑκάστην ἡμέραν, ἢ τῇ προθυμίᾳ; 95.696 Εἰ (κατὰ ἄνθρωπον) ἐθηριομάχησα ἐν Ἐφέσῳ. Τουτέστιν, ὅσον εἰς ἀνθρώπους ἧκεν, εἰ καὶ ὁ Θεὸς ἐῤῥύσατο. Τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται; φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Μὴ πλανᾶσθε· φθείρουσι γὰρ [ἤθη] χρηστὰ ὁμιλίαι κακαί. Τάδε πάντα ἔλεγεν, οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος καὶ ἐν αὐτῷ τῷ πάσχειν. Οὐ γὰρ ἐπὶ μισθῷ ἔτρεχεν· ἀρκοῦσα γὰρ αὐτῷ ἦν ἀντίδοσις τὸ ποιῆσαι τὸ δοκοῦν τῷ Θεῷ· ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν πολλῶν. Ὥστε καὶ ὅταν λέγῃ, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμὲν, διὰ τὴν αὐτὴν αἰτίαν λέγει, καὶ ὥστε τῷ φόβῳ τῆς ἀθλιότητος ταύτης διασεῖσαι αὐτῶν τὴν ἀπιστίαν περὶ τῆς ἀναστάσεως. Ἐκνήψατε δικαίως. Τουτέστιν, ἐπὶ τῷ συμφέροντι· ὡς πρὸς μεθύοντας καὶ μαινομένους. Καὶ μὴ ἁμαρτάνετε. ∆εικνὺς ὅτι ἀπὸ πονηροῦ βίου τὰ σπέρματα αὐτῆς τῆς ἀπιστίας. Καὶ γὰρ πολλοὶ τῶν πονηρὰ συνειδότων ἑαυτοῖς, καὶ οὐ βουλομένων δοῦναι δίκην, καὶ εἰς τὴν περὶ τῆς ἀναστάσεως παραβλάπτονται πίστιν· ὥσπερ οὖν οἱ μεγάλα κατορθοῦντες, καθ' ἑκάστην αὐτὴν ἐπιθυμοῦσι τὴν ἡμέραν ἰδεῖν. Ἀγνωσίαν γὰρ Θεοῦ τινὲς ἔχουσιν. Ὅρα πῶς πάλιν εἰς ἐκείνους μεταφέρει τὰ ἐγκλήματα. Τὸ γὰρ τῇ ἀναστάσει διαπιστεῖν, οὐ σφόδρα εἰδότος ἐστὶ τὴν τοῦ Θεοῦ δύναμιν, τὴν ἄμαχον, καὶ πρὸς πάντα ἀρκοῦσαν. Εἰ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησε, πολλῷ μᾶλλον τὰ διαλυθέντα ἀναστῆσαι δυνήσεται. Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Τουτέστιν, ὥστε διορθῶσαι, ὥστε αἰσχυνθέντας ὑμᾶς γενέσθαι βελτίους. Ἀλλ' ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἀντίθεσιν λύει παρ' Ἑλλήνων εἰσαγομένην. Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ; καὶ ὃ σπείρεις, Τουτέστιν, Παρὰ σαυτῷ τὴν ἀπόδειξιν ἔχεις τούτων, δι' ὧν πράττεις καθ' ἑκάστην ἡμέραν, καὶ ἀντιλέγεις ἔτι; φησί. ∆ιὸ καὶ ἄφρονά σε καλῶ, ὅτι τὰ καθ' ἡμέραν ὑπὸ σοῦ γινόμενα ἀγνοεῖς. Καὶ ὅρα τὴν ὑπερβολήν. Ὃ γὰρ ἐποίουν ἐκεῖνοι τεκμήριον τοῦ μὴ ἀνίστασθαι, τοῦτο τοῦ ἀνίστασθαι ποιεῖται ἀπόδειξιν. Καὶ γὰρ ἔλεγον, Οὐκ ἀνίσταται, ἐπειδὴ ἀπέθανεν. Ὁ δὲ ἀντιστρέψας, φησὶν, Καὶ μὴν εἰ μὴ ἀπέθανεν, οὐκ ἂν ἀνέστη. Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις. Τουτέστιν, οὐ στάχυν ὁλόκληρον, οὐ σῖτον νέον, οὐ καλάμην ἔχοντα, οὐκ ἄχυρον. Ἐνταῦθα γὰρ οὐκέτι πρὸς τὴν ἀνάστασιν ὁ λόγος, ἀλλὰ πρὸς τὸν τρόπον τῆς ἀναστάσεως· ποταπὸν σῶμα τὸ μέλλον ἀνίστα 95.697 σθαι, οἷον εἰ τὸ αὐτὸ, ἢ καὶ βέλτιον καὶ λαμπρότερον. Καὶ ἀμφότερα ἐκ τοῦ αὐτοῦ ὑποδείγματος λαμβάνει, δεικνὺς ὅτι πολλῷ βέλτιον. Εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν. Τοῦτό φησιν, ἵνα μὴ ἄλλο τις ὑποπτεύσῃ σῶμα εἰρῆσθαι. Ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησε. Μὴ τοίνυν περιεργάζου, μηδὲ πολυπραγμόνει, πῶς καὶ τίνι τρόπῳ, ὅταν Θεοῦ δύναμιν καὶ θέλημα ἀκούσῃς. Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα. Ἐπειδή τινες ἠπόρουν περὶ τῆς ἀναστάσεως, καὶ ἔλεγον Ποίῳ δὲ σώματι ἔρχονται; τούτου χάριν ὑποφέρει ὡς ἐπὶ ὑποδείγματος, τὸ τῶν σπερμάτων ἴδιον σῶμα λέγων. Ποῦ τοίνυν τὸ ἀλλότριον; τὸ γὰρ ἴδιον δίδωσιν. Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ κτηνῶν, ἄλλη δὲ ἰχθύων. Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων· ἄλλη δόξα ἡλίου, καὶ ἄλλη σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. Οὕτω καὶ ἀνάστασις τῶν νεκρῶν· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Ἵνα μὴ ἐκ τοῦ ὑποδείγματος ὁμοτιμίαν πάντες νομίσωσιν ἐν τῷ μέλλοντι λαμβάνειν, φησίν· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ. Ὅμοιον ὡς εἰ λέγοι· Τί λέγω, φησὶν,