1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

133

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Παῦλος, ἀπόστολος Χριστοῦ Ἰησοῦ, διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ

ἀδελφός. Γράφει τὴν ἐπιστολὴν ἀνδράσι παραλαβοῦσι μὲν τοῦ Εὐαγγελίου τὸν λόγον παρὰ Ἐπαφρᾶ, δεομένοις δὲ τῆς πλείονος γνώσεως· οὐ γὰρ εἶχον τελείαν γνῶσιν. ∆ιὸ καὶ δογμάτων βαθυτέρων ἅπτεται, καὶ εἰς αὐτὸ τὸ τῆς οἰκονομίας αὐτοὺς εἰσάγει πέλαγος, καὶ ἐπεύχεται τελειωθῆναι ταύτῃ τῇ γνώσει. Οὐ μόνον δὲ, ἀλλὰ καὶ παραινεῖ μὴ ἀπάγεσθαι, μήτε τοῖς ἐξ Ἑλληνικῆς ἀπάτης ἀποσυλῶσιν αὐτοὺς τῆς ἀληθείας, μήτε πιστεύειν τοῖς ἐν περιτομῇ. Ἀμφότεροι γὰρ ἔξω τοῦ κατὰ Θεὸν μυστηρίου εἰσίν. Ἔτι γε μὴν καὶ τὸν ἠθικὸν αὐτοῖς συνάπτει λόγον, ὁποίους εἶναι δεῖ τοὺς κατὰ Χριστὸν ζῶντας, διδάσκων αὐτούς. Τοῖς ἐν Κολοσσαῖς. Ἡ πόλις τῆς Φρυγίας. Ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Πιστοὶ, οὐ διὰ τὸ πιστεύειν μόνον καλούμεθα, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι τοῦ Θεοῦ μυστήρια. Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχόμενοι, ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς. Εὐχαριστίαν ὑπὲρ αὐτῶν ἀναφέρειν φησὶ διὰ δύο ταῦτα, διά τε τὴν ὀρθὴν εἰς Χριστὸν πίστιν, καὶ τὴν ἀγάπην τὴν εἰς τοὺς ἁγίους. 95.885 Ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ Εὐαγγελίου τοῦ παρόντος εἰς ὑμᾶς. Παρ' Ἐπαφρᾶ δηλονότι. Καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔστι καρποφορούμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ' ἧς ἡμέρας ἠκούσατε, καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ, καθὼς καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι. Τὴν δύναμιν τοῦ Εὐαγγελίου λέγει, πρὸς βεβαίωσιν τῶν ἀκουόντων, λέγων αὐτὸ διήκειν διὰ τοῦ κόσμου παντὸς, καρποφορούμενον ἐν ἔργοις, καὶ αὐξανόμενον ταῖς προσθήκαις τῶν πιστευόντων, ὥστε εἰδέναι τοὺς ἀκούοντας, ὅτι καθάπερ ἐν μεγίστῃ πόλει, καταριθμοῦνται δι' ὅλης τῆς οἰκουμένης αἱ Ἐκκλησίαι. ∆ιὰ τοῦτο καὶ ἡμεῖς, ἀφ' ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ, ἐν πάσῃ σοφίᾳ, καὶ συνέσει πνευματικῇ. Ἄξια σπουδῆς, φησὶν, ἐμοὶ τὰ καθ' ὑμᾶς. ∆ιὸ καὶ ἀδιαλείπτως προσεύχομαι αἰτούμενος τὸ σοφίας δῶρον, ἵνα δι' αὐτοῦ μάθητε πῶς ἠθέλησεν ὁ Θεὸς τὸν κόσμον εἰς οἰκείωσιν τὴν ἑαυτοῦ ἀγαγεῖν, καὶ τίνι τρόπῳ τὰ τῆς οἰκειώσεως γενέσθαι δυνατὸν ἦν. Τοῦ μὲν νόμου συνάπτειν Θεῷ μὴ ἰσχύοντος, Χριστοῦ καὶ μόνου συνάπτοντος, ὅτι αὐτὸς δικαιοσύνης τῆς ὑπὲρ ἀνθρώπων πληρωτὴς γενόμενος, τὸ πληρωθὲν ἐφ' ἑαυτοῦ χαρίζεται τοῖς πιστεύουσιν. Περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου, εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ, ἐν πάσῃ δυνάμει κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς. Αὕτη γὰρ σοφία πνευματικὴ, ἐξ ἧς ὁ ὑγιὴς καὶ πνευματικὸς βίος. Ἐπιτείνει γὰρ τὴν προθυμίαν τῶν ἀγαθῶν ἔργων ἡ σύνεσις. Εὐχαριστοῦντες τῷ Θεῷ, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς. Πατέρα ἡμῶν λέγει τὸν Θεὸν, κατὰ τὴν δοθεῖσαν ἡμῖν διὰ τῆς εἰς τὸν Μονογενῆ πίστεως υἱοθεσίαν· Ὅσοι γὰρ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ἐκ τῆς ἐξουσίας τοῦ σκότους, μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν. Σκότος, ἡ ἐξουσία τοῦ διαβόλου, καὶ ἐν σκότῳ τὸ δύνασθαι ἔχει, καθάπερ ὁ κλέπτης ἐν νυκτί· οἷς δὲ μὴ παρέστη τὸ κακίας σκότος, κατὰ τούτων οὐκ 95.888 ἰσχύει διάβολος. Οἱ δὲ τὴν ἐξουσίαν ταύτην ἀποφυγόντες, ὑπὸ τὴν βασιλείαν καθίστανται τοῦ Υἱοῦ, δι' οὗ ἐπανατρέχομεν ἐπὶ τὴν τοῦ Πατρὸς βασιλείαν. Ἐπειδὴ δὲ τῆς κατὰ σάρκα οἰκονομίας τὰ λεγόμενα, διὰ τοῦτο λέγεται