1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

10

ζωοποιοῦντος τοὺς νεκροὺς, καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.» Ὅτι περὶ τῶν ἐθνῶν, τῶν μὴ ἐξ αὐτοῦ τὸ γένος ἐχόντων, πατέρα τίθησι τὸν Ἀβραὰμ, δῆλον μὲν καὶ ἐκ τοῦ κατέναντι εἰπεῖν, καὶ ἐκ τοῦ ἐπαγαγεῖν δὲ, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, δηλῶν τὴν ἐκ νεκρῶν σωμάτων τοῦ Ἰσαὰκ γονὴν, ὅτι δι' αὐτοῦ πολλῶν γέγονεν πατὴρ ἐθνῶν, διὰ τὴν ἐξ αὐτοῦ συμβᾶσαν τῷ κόσμῳ σωτηρίαν· τουτέστι Χριστὸν εἰς ὃν πάντα τὰ ἔθνη πιστεύσαντα χώραν δεδώκασι τῷ Ἀβραὰμ αὐτῶν καλεῖσθαι πατέρα. «Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι πατέρα αὐτὸν πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ μὴ ἀσθενήσας τῇ πίστει, κατενόησεν τὸ αὐτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι· διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Παρ' ἐλπίδα μὲν, τὴν ὅσον ἐν ἀνθρώποις, ἐπ' ἐλπίδι δὲ, τῇ εἰς Θεὸν λέγει.» «Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν.» Ἵνα μὴ λέγῃ ὁ ἀκροατὴς, Καὶ τί πρὸς ἡμᾶς; 95.473 ἐκεῖνος γάρ ἐστιν ὁ δικαιωθείς· ἵστησιν ἡμᾶς ἐγγὺς τοῦ πατριάρχου, μᾶλλον δὲ καὶ πολλῷ πλέον· τοσαύτη γὰρ ἡ εὐγένεια, ὡς τὴν ἐκείνου πίστιν τῆς ἡμετέρας τύπον εἶναι. «Ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν.» Ἵνα τὰς ἁμαρτίας ἡμῶν ἀνενέγκῃ ἐπὶ τοῦ ξύλου. «Καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.» ∆ιὰ γὰρ τοῦτο καὶ ἀπέθανεν καὶ ἀνέστη, ἵνα δικαίους ἡμᾶς ἐργάσηται.

ΚΕΦΑΛ. Εʹ. «∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ

Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Πολλὰ διαλεχθεὶς περὶ πίστεως παραίνεσιν εἰσφέρει περὶ βίου λαμπροῦ. Ἐπειδὴ τὴν πίστιν τῆς διὰ τῶν ἔργων δικαιοσύνης προέθηκεν, ἵνα μὴ νομίσῃ τὶς ῥᾳθυμίας ὑπόθεσιν γεγραμμένον εἶναι τὸ λεγόμενον, φησὶν, εἰρήνην ἔχωμεν, τουτέστι μηκέτι ἁμαρτάνωμεν· τοῦτο γάρ ἐστιν πόλεμον ἔχειν πρὸς τὸν Θεόν. «∆ι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν.» Εἰ αὐτὸς ἡμᾶς κατήλλαξεν ἐκπεπολεμημένους, φησὶν, εὔλογον μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαγέναι τῷ Πατρί. «Τῇ πίστει.» Τὰ μὲν αὐτοῦ ποικίλα, φησὶν, καὶ πολλὰ καὶ διάφορα· καὶ γὰρ ἀπέθανεν δι' ἡμᾶς, καὶ κατήλλαξεν ἡμᾶς καὶ προσήγαγεν, καὶ χάριν δέδωκεν ἄφατον· ἡμεῖς δὲ τὴν πίστιν μόνον εἰσενέγκαμεν. «Εἰς τὴν χάριν αὐτὴν ἐν ᾗ ἑστήκαμεν.» Τὸ ἀξιωθῆναι τῆς τοῦ Θεοῦ γνώσεως, τὸ τῆς πλάνης ἀπαλλαγῆναι, τὸ τὴν ἀλήθειαν ἐπιγνῶναι· τὸ πάντων ἐπιτυχεῖν τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν. «Καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.» ∆ύο τέθεικεν, τὰ παρόντα, καὶ τὰ μέλλοντα· τὸ μὲν γὰρ εἰπεῖν τὴν χάριν, τὰ παρόντα ἐδήλωσεν, ἅπερ ἐλάβομεν ἀγαθά. Τὸ δὲ εἰπεῖν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι, τὰ μέλλοντα ἐξεκάλυψεν ἅπαντα. «Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν.» Τί λέγω, φησὶν, τὰ μέλλοντα ἀγαθὰ ἄξια καυχήσεως; Αὐτὰ μὲν οὖν τὰ παρόντα λυπηρὰ, ἱκανὰ ἡμᾶς καλλωπίσαι, καὶ ποιῆσαι μεγαλοφρονεῖν ἐπ' αὐτοῖς. Καὶ καλῶς, καυχώμεθα, ἵνα κἂν τῷ οἰκείῳ προσώπῳ εἰσάγῃ τὴν παραίνεσιν. «Εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα.» Ἐπειδὴ παράδοξον ἦν τὸ λεγόμενον, τοῦ τὰ λυ 95.476 πηρὰ ἡδονὴν αὐτοῖς ἐμποιεῖν, καὶ καύχημα, πιστοῦται αὐτῷ λογισμῷ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἔχει μὲν καὶ πρὸ τῶν μελλόντων μέγιστον καρπὸν ἡ ὑπομονὴ καὶ ἡ θλίψις, καὶ εὐδόκιμον ποιεῖ τὸν πειραζόμενον· συντελεῖ δέ τι πρὸς τὰ μέλλοντα. Τὴν γὰρ ἐλπίδα ἀκμάζειν ποιεῖ ἐν ἡμῖν· οὐδὲν γὰρ οὕτω χρηστὰ ἐλπίζειν παρασκευάζει, ὡς ἀγαθὸν συνειδός. «Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται