1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

119

σωτηρίαν, ἐν αὐτῷ ποιησαμένη τὴν ὅλην πρόθεσιν τῆς οἰκονομίας, καθὸ δὴ ἔμελλε κεφάλαιον ἔσεσθαι τῆς πάντων ἀνακαινίσεως. Ἐν ἡμῖν γὰρ ἡ κάθαρσις, ἐν αὐτῷ δὲ ἡ καθα 95.837 ρότης· καὶ ἡ διὰ τῆς πίστεως συνάφεια μεταδίδωσιν 95.837 ἡμῖν τῆς δι' αὐτοῦ παῤῥησίας. Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. ∆ιπλοῦν τὸ ἔργον τῶν ἀποστόλων, διδασκαλία καὶ προσευχὴ, καθ' ἃ λέγουσιν οἱ περὶ τὸν Πέτρον· Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Ἡ δὲ τῶν γονάτων κλίσις τὸν προσπίπτοντα τῷ Θεῷ δηλοῖ. Πατριαὶ δὲ νῦν ἐπὶ τῆς γῆς διχῶς ὀνομάζονται, τῶν μὲν κατὰ σάρκα τῶν δὲ κατὰ πνεῦμα πατέρων ὄντων. Ἐν οὐρανῷ δὲ πνευματικῶς μόνως ὀνομάζεσθαι δύνανται. Οἷος ἦν ὁ τοῦ Ἰσραὴλ διδάσκαλος, ὁ τὸν νόμον κομίσας ἄγγελος. Πολλὰ δὲ καὶ μείζονα ἀγγέλων, καὶ ἡγεμονικώτερά ἐστι πνεύματα· ὡς Ἡσαΐας δηλοῖ λέγων· Οὐ πρέσβυς, οὐκ ἄγγελος, μεῖζόν τι τοῦ ἀγγέλου τὸν πρέσβυν δηλῶν, ὃν καὶ Πατέρα ἀκόλουθον καλεῖσθαι παρὰ τῷ Ἀποστόλῳ. Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν· ἐν ἀγάπῃ ἐῤῥιζωμένοι, καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις. Ἡ αἴτησις μεγάλη, ὡς παρὰ μεγάλου, φησὶ, τοῦ διδόντος. Νῦν γὰρ τῷ ὄντι ἀξίως τῆς τοῦ Θεοῦ δόξης τὰς εὐχὰς ἐδιδάχθημεν, ὅτε μὴ γήϊνα ζητεῖν ἐπαιδεύθημεν, ἀλλ' οὐράνια. Ἡ δὲ αἴτησις, ἀνακαίνισις ψυχῆς καὶ ἐπισκευὴ εἰς τὸ ἐν Πνεύματι δυνατὸν, ὥσπερ ἡμᾶς ἀπολελοίπει διαστάντας Θεοῦ. Τί τὸ πλάτος, καὶ μῆκος, καὶ βάθος, καὶ ὕψος. Τὸ μὲν ἀσώματον ἐστὶν ἀμέτρητον, ἀλλὰ διὰ τῶν μετρουμένων σωμάτων ὑπέδειξεν αὐτοῦ τὸ ἄπειρον καὶ ἀπερίληπτον. Ὕψος δὲ καὶ βάθος φησὶ, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀγγέλου· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Καὶ τοῖς ἐπὶ γῆς γὰρ ἐφήπλωσε τὴν χάριν διὰ τῆς τοῦ Λόγου παρουσίας. Γνῶναι τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ἐν τῇ μεταλήψει τοῦ Χριστοῦ ἡ ἀληθὴς γνῶσις· διὰ δὲ τῆς γνώσεως ἡ ἀγάπη ἔνδον ἐπὶ τῆς ψυχῆς οὖσα, καὶ γινωσκομένη, γνῶσιν ἀπόῤῥητον ποιεῖ, ἣν καὶ μείζονα λέγει τῆς ἐμφανοῦς καὶ διὰ λόγων γινομένης. 95.840 Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Ἵνα προστεθειμένης, φησὶν, τῆς ἁγιαζομένης Ἐκκλησίας τῆς οὐρανίου, τὸ πᾶν πλήρωμα τοῦ Θεοῦ συνιστῇ διά τε τῶν οὐρανίων καὶ ἐπιγείων. Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα, ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.

ΚΕΦΑΛ. ∆ʹ. Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Οὐδὲ ἑαυτῷ δίδωσι τὸ πάντα

συνιέναι ὁ Παῦλος, Θεῷ δὲ ἀνατίθησι, τὸ καὶ μείζονα ὧν αἰτούμεθα χαρίζεσθαι· ἐπειδὴ καὶ ἡ χορηγουμένη δύναμις ἡμῖν νῦν οὔπω τὸ σύμπαν τῆς χάριτος ἀποδίδωσιν. Ἐν Χριστῷ δὲ Ἰησοῦ τὴν δόξαν τὴν ἀληθῆ λέγει, καὶ ἐν τῇ Ἐκκλησίᾳ τὸ ὁμοίωμα. Ἀξίως περιπατήσατε τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος· μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἐπὶ ἁγίᾳ ζωῇ, φησὶ, κέκλησθε, καὶ ἀπαιτεῖ κλῆσις τὸ πνευματικόν· τοῦτο δὲ ἐξ ἐναντίου τοῦ σαρκικοῦ γνωρίζεται. Εἰ δὲ ἐν τοῖς σαρκικοῖς ὑπερηφανία, καὶ ὕψος, καὶ ὀξυθυμία, καὶ ἔνστασις ἡ πρὸς ἀλλήλους, τὰ ἐναντία δῆλον ὅτι ὁ λόγος ἐφ' ἡμῖν ζητεῖ. Ἓν σῶμα. ∆ιὰ τοῦ συνιέναι ἀλλήλους. Καὶ ἓν Πνεῦμα, καθὼς ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. ∆ιὰ τοῦ ὁμοφρονεῖν· ἀμφότερα γὰρ ἀλλήλων δεῖται. Καὶ τὸ μὲν κατὰ σῶμα, μὴ παρόντος τοῦ κατὰ πνεῦμα, μᾶλλον στάσεως αἴτιον· τὸ δὲ