1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

83

Τοῦτο λέγει, τὸ εἰπεῖν, ὅτι ∆ιὰ τοῦτο οὐκ ἦλθον, φειδόμενος ὑμῶν. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην, ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Φιλοστοργίαν πολλὴν ἐνδείκνυται, εἴ γε αὐτὸς πολλῷ πλέον τῶν ἡμαρτηκότων ἀλγεῖ. Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Οἶδα, φησὶν, ὅτι συνελυπήθητέ μοι, καὶ συνηγανακτήσατε ἐπὶ τῷ πεπορνευκότι, καὶ ἐκ μέρους πάντας ὑμᾶς ἐλύπησε τὸ συμβάν. ∆ιὰ τοῦτο δὲ εἶπον, ἐκ μέρους, οὐχ ὡς ὑμῶν ἐλάττονα ἀλγησάντων ἢ ἐγὼ, ἀλλ' ἵνα μὴ βαρήσω τὸν πορνεύσαντα. Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ὑπὸ τῶν πλειόνων. Οὐ λέγει, τῷ πεπορνευκότι, ἀλλὰ, τῷ τοιούτῳ, κουφίζων τὸ βάρος. Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. ∆ιὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῷ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. Οὐ μόνον κελεύει λύσαι τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ παραμυθίαν εἰσενεγκεῖν εἰς πάντα. Ἐγκωμιάζει δὲ, τῆς προτέρας ὑπακοῆς ἀναμνήσας, καὶ εἰς μέσον αὐτὴν ἄγων. Ὧ δέ τι χαρίζεσθε, κἀγώ. Ὅρα πῶς τὰ δευτερεῖα ἑαυτῷ δίδωσιν, ἐκείνους μὲν ἄρχοντας, ἑαυτὸν δὲ ἑπόμενον δεικνύς· ὅπερ δύναται μάλιστα μαλάξαι θρασυνομένην γνώμην. Καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι δι' ὑμᾶς. Ἵνα μὴ ὑπτίους ποιήσῃ ὡς κυρίους ὄντας, πάλιν αὐτοὺς ἄγχει πρὸς τὸ ὑπακούειν, λέγων· Καὶ τοῦτο γὰρ αὐτὸ δι' ὑμᾶς ἐποίησα. Ἐν προσώπῳ Χριστοῦ. Εἰς δόξαν Χριστοῦ λέγει, ἢ ὡς τοῦ Χριστοῦ καὶ τοῦτο κελεύοντος· ὃ μαλίστα αὐτοὺς ἔπειθεν. Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾷ. Καλῶς πλεονεξίαν ὠνόμασεν· οὐδὲ γὰρ τὰ ἐν αὐτῷ λαμβάνει λοιπὸν, ἀλλὰ τὰ ἡμῶν ἁρπάζει. Γέγονε γὰρ ὁ μετανοήσας ἀμείνων. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. 95.717 Ὅτι καὶ προσχήματι εὐλαβείας ἀπόλλυσιν, οὐ μόνον τῷ εἰς πορνείαν ἀγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τοὐναντίου δύναται διαφθεῖραι, ἐκ τῆς ἀμέτρου λύπης τῆς ἐπὶ τῇ μετανοίᾳ. Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα διὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς, ἐξῆλθον εἰς Μακεδονίαν. Εἰπὼν ἐν ἀρχαῖς ὅτι ἐν τῇ Ἀσίᾳ ἐβαρήθη ὑπὲρ δύναμιν, καὶ δείξας πῶς ἀπηλλάγη, καὶ τὰ ἐν μέσῳ παρελθὼν ἀναγκαίως, διδάσκει πάλιν, ὅτι καὶ ἑτέρως ἐθλίβη. Πῶς οὖν καὶ τίνι τρόπῳ; τῷ μὴ εὑρεῖν Τίτον. Οὗτος δὲ ἐν Κορίνθῳ διέτριβεν. Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ. Ἵνα μὴ δόξῃ ὡς θρηνῶν ταῦτα ἀποδύρεσθαι, χάριν ἀναπέμπει τῷ Θεῷ· ὃ δὲ λέγει τοιοῦτόν ἐστι. Πανταχοῦ θλίψις, πανταχοῦ στενοχωρία. Ἦλθον εἰς τὴν Ἀσίαν, ἐβαρήθην ὑπὲρ δύναμιν. Ἦλθον εἰς Τρωάδα, οὐχ εὗρον τὸν ἀδελφόν· οὐκ ἦλθον πρὸς ἡμᾶς, οὐ μικράν μοι καὶ τοῦτο ἀθυμίαν ἐποίησεν· ἀλλ' ἐν τούτοις πᾶσι, φησὶν, οὐκ ἀλγοῦμεν, ἀλλὰ καὶ χαίρομεν, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ διὰ τὰ παρόντα, ὅτι ἐν αὐτοῖς λαμπροί ἐσμεν καὶ προσφανεῖς. ∆ιὸ τοῦτο καὶ θρίαμβον τὸ πρᾶγμα καλεῖ. Ὁ γὰρ θρίαμβος τοῦτό ἐστι, τὸ πᾶσι γενέσθαι περιφανή. Καὶ οὐχ ἁπλῶς θριαμβεύοντι, εἶπεν, ἀλλὰ καὶ ἐν Χριστῷ, τουτέστι διὰ τὸν Χριστὸν καὶ τὸ κήρυγμα. Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. ∆είκνυσιν ὅτι καὶ τόπος καὶ καιρὸς πᾶς τῶν ἄθλων ἐμπέπλησται τῶν ἀποστολικῶν· καὶ ἑτέρᾳ δὲ πάλιν κέχρηται μεταφορᾷ τῇ τῆς εὐωδίας. Εἶτα ἐπειδὴ εἶπε, Καὶ ἐν τοῖς ἀπολλυμένοις εὐωδία ἐσμὲν, ἵνα μή τις νομίσῃ ὅτι κἀκεῖνοι εὐπαράδεκτοί εἰσι, παρήγαγεν· Οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· τὴν εὐωδίαν ταύτην, φησὶν, οἱ μὲν οὕτως προσίενται ὥστε σωθῆναι, οἱ δὲ οὕτως ὥστε ἀπολέσθαι· ὥστε κἂν ἀπόλλυταί τις, παρ' αὐτοῦ ἡ αἰτία. Ἐπεὶ πολλάκις λέγεται τὸ μύρον πνίγειν τοὺς χοίρους, καὶ τοὺς