1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

168

αὐτοὺς, καὶ τότε φησὶν, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Ἀπολελυμένον· μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. Ἀπολελυμένον. Πόθεν; Οἶμαι αὐτὸν εἰς δεσμωτήριον ἐμβεβλῆσθαι· ἢ εἰ μὴ τοῦτο, ἀπὸ Ἀθηνῶν ἀπολελυμένον. Καὶ γὰρ καὶ τοῦτο ἐν ταῖς Πράξεσι κεῖται. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Ἡ χάρις πῶς γίνεται μεθ' ἡμῶν; ἐὰν μὴ ὑβρίσωμεν εἰς τὴν εὐεργεσίαν. Πρὸς Ἑβραίους ἐγράφη ἀπὸ τῆς Ἰταλίας διὰ Τιμοθέου. Στίχων. ψγʹ. (Τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν ἱστορεῖ Κλήμης, οὗ μέμνηται Παῦλος, ὃς καὶ ἐπίσκοπος Ῥωμαίων ἐγένετο· ὡς Παύλου αὐτὴν Ἑβραίοις τῇ Ἑβραΐδι διαλέκτῳ συντάξαντος ἡρμηνεύθη, ὥς τινες, ὑπὸ Λουκᾶ τοῦ εὐαγγελιστοῦ· ὡς δὲ ἄλλοι, ὑπὸ αὐτοῦ τοῦ Κλήμεντος.)

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ' ἐπιταγὴν Θεοῦ Πατρὸς ὑμῶν καὶ

Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει. Ἐπειδὴ μέγας ἦν ὁ ἀγὼν τῷ μαθητῇ· δέσμιος γὰρ ἦν ὑπὲρ τοῦ κηρύγματος· τούτου χάριν εὐθὺς ἐκ προοιμίων ἀνίστησιν αὐτοῦ τὴν ψυχὴν, Σωτῆρα τὸν Θεὸν καλῶν· ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐ χρὴ ἀκηδιᾷν ἐν ταῖς θλίψεσιν, ἔχοντες Σωτῆρα τὸν Θεὸν, καὶ ἐλπίδα τὸν Χριστόν. Εὑρίσκομεν γὰρ τὸ Πνεῦμα λέγον· Ἀφορίσατέ μοι Παῦλον καὶ Βαρνάβαν. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Καὶ τοῦτο τῆς θλίψεως παραμυθικόν. Οὐδαμοῦ τὸν ἔλεον ἢ ἐνταῦθα ὠνόμασεν. 95.1000 Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν. Οὐ διδασκάλου φωνῇ κέχρηται, ἀλλ' οἰκέτου σχεδὸν, ἵνα διδάξῃ τὸν μαθητὴν ταπεινοφρονεῖν. Ἵνα παραγγείλῃς τισὶ, μὴ ἑτεροδιδασκαλεῖν. Οὐ τίθησιν αὐτοὺς, ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ. Μηδὲ προσέχειν μύθοις, Ταῖς μυθικαῖς τῶν Ἰουδαίων παραδόσεσιν, οἷς καὶ ὁ προφήτης ἐνεκάλει λέγων· ∆ιδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Ἀφιέντες γὰρ ἐξηγεῖσθαι τὸν νόμον, ἰδίας παραδόσεις ἐπενόουν. Καὶ γενεαλογίαις ἀπεράντοις. Γενεαλογίας, τὰς παρ' Ἑλλήνων θεογονίας λέγει, τὰς σειρὰς τῶν θεῶν. Παραινεῖ οὖν τῷ μαθητῇ, καὶ τοὺς μύθοις Ἰουδαϊκοῖς κεχρημένους ἀνατρέπειν, καὶ τοὺς Ἑλληνικῆς ἀπάτης χρωμένους, μὴ ἐπιτρέπειν λαλεῖν, μηδὲ οἱονεὶ σειρὰς εἰσφέρειν θεῶν. Αἵτινες ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκοδομίαν Θεοῦ τὴν ἐν πίστει. Αὗται, φησὶν, αἱ διδασκαλίαι πρὸς τὸ μηδὲν ὠφελεῖν, καὶ τῆς οἰκονομίας τοῦ Θεοῦ, ἀπασχολοῦσι τὸν ἄνθρωπον. Οἰκονομίαν δὲ Θεοῦ τὸ τῆς ἐνανθρωπήσεως λέγει μυστήριον. Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν, ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου. Τουτέστι, κεφάλαιον τῆς παραγγελίας ἐστὶν, ὁ περὶ ἀγάπης λόγος. Ὥσπερ δὲ τέλος νόμου Χριστὸν ἡ Γραφὴ λέγει, τουτέστι συμπλήρωσιν καὶ κεφαλαίωσιν, οὕτω ἐνταῦθα εἴρηκε τὴν λέξιν. Εὖ δὲ τὸ προσθεῖναι ἐκ καθαρᾶς καρδίας, ἐπειδὴ ἔστι καὶ πονηρῶν ἀγάπη. Οἷοι ἦσαν οἱ ὁμονοοῦντες ἐπὶ τῇ κατὰ Χριστοῦ δυσσεβείᾳ. Ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίαν. Τῆς ἀγάπης λέγει, καὶ τῆς ἀγαθῆς συνειδήσεως, καὶ τῆς ἀνυποκρίτου πίστεως. Θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ὁ γὰρ ἔρως τῆς φιλαρχίας ἀναγκάζει τὸ τῶν διδασκάλων ἁρπάζειν ἀξίωμα. Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται. Εἰδὼς τοῦτο, Τὸ, νομίμως, ἀντὶ τοῦ, δι' ἔργων αὐτὸν πληροῖ. Καὶ πάλιν τὸ νομίμως, ὅταν τις αὐτῷ πείθεσθαι λέγει. Πείθεται δὲ αὐτῷ ὁ δεχόμενος τὸν Χριστὸν, καθὸ καὶ τὸ περὶ αὐτοῦ ἐδίδασκεν ἡμᾶς μυστήριον, ὥσπερ ἐν σκιαῖς ὑμῖν