1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

61

Ἰουδαῖοι ἦσαν, οὔτε Ἕλληνες, ἀλλ' ἐκτὸς νόμου ζῶντες· οἷος ἦν ὁ Κορνήλιος καὶ ὁ Μελχισεδέκ. Καὶ γὰρ πρὸς ἐκείνους εἰσιὼν, πολλὰ ὑπεκρίνετο τῶν ὑπ' ἐκείνων. Τινὲς δέ φασιν καὶ τὴν ἀπὸ τοῦ ἐπιγράμματος τοῦ ἐν τῷ βωμῷ διάλεξιν 95.641 αὐτῷ γενομένην πρὸς Ἀθηναίους αἰνίττεσθαι, καὶ λέγειν, Τοῖς ἀνόμοις ὡς ἄνομος. Καὶ ἵνα μή τις νομίσῃ μεταβολὴν εἶναι τὸ πρᾶγμα. Μὴ ὣν ἄνομος Θεοῦ, ἀλλ' ἔννομος Χριστοῦ. «Ἵνα κερδήσω ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω.» Τὴν αἰτίαν τῆς συγκαταβάσεως λέγει. «Τοῖς πᾶσιν γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω.» Ἵνα μὴ καθ' ἕκαστον λέγων διατρίβῃ, τῷ γενικῷ χρῆται ὀνόματι. «Τοῦτο δὲ ποιῶ διὰ τὸ Εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.» Τουτέστιν, ἵνα δόξω τι κἀγὼ συνεισενηνοχέναι οἴκοθεν, καὶ μετασχῶ τῶν ἀποκειμένων στεφάνων τοῖς πιστοῖς. Ὥσπερ γὰρ ἔλεγεν, ἐκ τοῦ Εὐαγγελίου ζῇν, τουτέστιν ἐκ τῶν πιστευόντων, οὕτως καὶ ἐνταῦθα, συγκοινωνὸς γένωμαι τοῦ Εὐαγγελίου, ἵνα δυνηθῶ κοινωνῆσαι τοῖς [ἐν] τῷ Εὐαγγελίῳ πεπιστευκόσι. Τοῦτο δὲ καὶ ταπεινοφροσύνης μεγάλης ἐπίδειξιν ἔχει. Ἕνα γὰρ τῶν πολλῶν ἑαυτὸν τίθησι, πάντων πλεῖον καμών; «Οὐκ οἴδατε, ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτως τρέχετε, ἵνα καταλάβητε.» ∆είξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν, καὶ τοῦτο ἡ ἄκρα τελειότης, πληκτικώτερον πάλιν αὐτῶν καθάπτεται αἰνιττόμενος, ὅτι τοῦτο τὸ παρ' αὐτῶν γινόμενον καὶ δοκοῦν εἶναι τελειότης, ματαιοπονία ἐστὶ περιττή. Ἀλλ' οὐ λέγει οὕτω σαφῶς, ἵνα μὴ ἀπαισχυνθῶσιν· δι' ὧν δὲ κατασκευάζει, τοῦτο δηλοῖ· τὸ δὲ λέγειν, ὅτι εἷς ἐκ πάντων λαμβάνει τὸ βραβεῖον, οὐχ ὡς ἑνὸς μέλλοντος σώζεσθαι μόνον, ἀλλ' ὡς πολλὴν ὀφειλόντων ἡμῶν εἰσενεγκεῖν τὴν σπουδήν. Ὥσπερ γὰρ ἐκεῖ πολλῶν καθιέντων εἰς τὸ στάδιον οὐ στεφανοῦνται πολλοὶ, ἀλλ' εἰς ἕνα περιίσταται· καὶ οὐκ ἀρκεῖ τὸ καθιέναι εἰς τὸν ἀγῶνα, οὐδὲ τὸ ἀλείψασθαι καὶ παλαῖσαι· οὕτω καὶ ἐνταῦθα, οὐκ ἀρκεῖ τὸ πιστεῦσαι, καὶ ὡς ἔτυχεν ἀγωνίσασθαι, ἀλλ' ἂν μὴ οὕτω δράμωμεν, ὥστε μέχρι τοῦ τέλους ἀλήπτους ἑαυτοὺς παρασχεῖν, καὶ ἐγγὺς γενέσθαι τοῦ βραβείου, οὐδὲν ἡμῖν ἔσται πλέον. Εἰ γὰρ καὶ τέλειον νομίζεις σαυτὸν κατὰ τὴν γνῶσιν, ἀλλ' οὔπω τοῦ παντὸς ἐπελάβου· ὅπερ αἰνιττόμενος ἔλεγεν, ἵνα καταλάβητε. «Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Ἐκεῖνοι μὲν, ἵνα φθαρτὸν στέφανον λάβωσιν· ἡμεῖς δὲ, ἀδιάφθαρτον.» Τί ἐστι, τὰ πάντα ἐγκρατεύεται; Οὐχὶ τοῦδε μὲν ἀπέχεται, ἑτέρῳ δὲ διαμαρτάνει, ἀλλὰ καὶ γαστριμαργίας καὶ μέθης, καὶ πάντων ἁπλῶς κρατεῖ τῶν 95.644 παθῶν. Εἰ δὲ ἐκεῖ πάντα, ὅπου εἰς ἕνα ὁ στέφανος· πολλῷ μᾶλλον ἐνταῦθα ὅπου πλείων ἡ φιλοτιμία. «Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως.» Ἐντρέψας αὐτοὺς ἀπὸ τῶν ἔξωθεν, καὶ ἑαυτὸν εἰς μέσον ἄγει λοιπόν. Τί δέ ἐστι τὸ, οὐκ ἀδήλως; πρὸς σκοπόν τινα ἐκεῖνο, φησὶν, οὐκ εἰκῆ καὶ μάτην καθάπερ ὑμεῖς. τί γὰρ ὑμῖν γίνεται πλέον ἀπὸ τοῦ εἰς εἰδωλεῖα εἰσιέναι, καὶ τὴν τελειότητα δῆθεν ἐπιδείκνυσθαι; Οὐδέν· ἀλλ' οὐκ ἐγὼ τοιοῦτος· ἀλλὰ πάντα ἅπερ ποιῶ, ὑπὲρ τῆς τῶν πλησίον ἀγάπης ποιῶ καὶ σωτηρίας, κἂν τελειότητα ἐπιδείξωμαι, δι' αὐτούς· κἂν συγκατάβασιν, δι' αὐτούς. «Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων.» Πάλιν τὸ εἰκῆ καὶ μάτην αἰνιττόμενος, τοῦτό φησιν. «Ἀλλ' ὑποπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ.» Ἐνταῦθα δείκνυσι καὶ ὑπὸ ἐπιθυμίας γαστρὸς κατεχομένους, καὶ προσχήματι τελειότητος, τὴν γαστριμαργίαν πληροῦντας τὴν ἑαυτῶν. «Μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.» Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ὅτι ἐπιστεύσατε, ἀρκεῖν τοῦτο εἰς σωτηρίαν ὑμῖν. Εἰ γὰρ ἐμοὶ τὸ κηρύξαι, καὶ διδάξαι μυρίους οὐκ ἀρκεῖ πρὸς σωτηρίαν, πολλῷ μᾶλλον ὑμῖν.

ΚΕΦΑΛ. Ιʹ. «Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν

νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν