1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

176

ἐπίστηθι Ἁμαρτωλοὺς καὶ δικαίους λέγει· ἢ ὅτι πολλοὶ καταλειφθήσονται ζῶντες. Εὐκαίρως, ἀκαίρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους, Τουτέστιν, Μὴ ἔχε κεχωρισμένον καιρόν· ἀεί σοι ἔστω καιρὸς, Μὴ ἐν εἰρήνῃ, μηδὲ ἐν εὐθυμίᾳ ὢν, μηδὲ ἐν Ἐκκλησίᾳ καθήμενος μόνον διδάξῃς, ἐν δὲ τοῖς κινδύνοις περισταλῇς, ἀλλὰ κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, μὴ παύσῃ τοῦ κηρύγματος. Κνηθόμενοι τὴν ἀκοὴν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφό 95.1024 ρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Τουτέστι, τερπόμενοι τὴν ἀκοήν. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Σπούδασον ἐλθεῖν πρός με ταχέως. ∆ημᾶς γάρ με ἐγκατέλιπεν, Τὴν ἀθυμίαν παραμυθήσασθαι βούλεται τοῦ μαθητοῦ, θαῤῥεῖν κελεύων, ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος, Χαίρειν, φησὶ, δεῖ, οὐκ ἀλγεῖν. Ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. Τουτέστιν, τὴν ἄνεσιν, καὶ τὴν τρυφήν. Κρίσκης εἰς Γαλατίαν, Τίτος εἰς ∆αλματίαν· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Μάρκον ἀναλαβὼν, ἄγαγε μετὰ σαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τούτους οὐ μέμφεται· διὰ τὸ κήρυγμα γὰρ ἦσαν ἀπεσταλμένοι. Τὸν δὲ φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· ὃν καὶ σὺ φυλάσσου. Λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Γλωσσόκομον ἔνθα εἶχεν τὰς βίβλους καὶ τὰ χαρτία. ∆ιδάσκει ἡμᾶς ὡς ἄχρι ἐσχάτης ἀναπνοῆς, κἂν ἐν δεσμοῖς ὦμεν, τῶν θείων λογίων οὐκ ἀμελεῖν δεῖ. Ἰουδαϊκὸν ἱλαστήριον τοῦ νόμου λέγει. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με. Παρέστη γὰρ ἅπαξ τῷ Νέρωνι, καὶ διέφυγεν. Ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. Ἵνα πᾶσι κατάδηλος γένηται ἡ τοῦ κηρύγματος ἐπιφάνεια. Οὐχ ὡς ἄξιον δὲ ἑαυτόν φησιν, ἀλλὰ διὰ τὸ κήρυγμα, ὡς ἄν τις πορφυρίδα καὶ διάδημα βαστάζων, δι' αὐτὰ ἐσώζετο. Λέοντα, τὸν Νέρωνα λέγει. Καὶ ῥυσεταί με Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸνὈνησιφόρου οἶκον. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, 95.1025 Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης. Τότε μὲν γὰρ, φησὶ, τῶν κινδύνων ἐξήρπασεν. Ἐπειδὴ δὲ τὸ ἱκανὸν τῷ Εὐαγγελίῳ γέγονε, ῥύσεταί με ἀπὸ παντὸς ἁμαρτήματος· τουτέστι, μὴ ἀφήσει καταγνωσθέντα ἀπελθεῖν. Καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. Τὸν Λῖνόν φασι διαδέξασθαι τὸν μακάριον Πέτρον ἐν τῇ Ῥώμῃ. Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ' ὑμῶν. Ἀμήν. Ὅμοιον ὡς εἰ λέγοι· Μὴ ἄλγει ὅτι ἀφίσταμαι. Ὁ Κύριος μετὰ σοῦ ἐστι· καὶ οὐκ εἶπε, Μετὰ σοῦ, ἀλλὰ, Μετὰ τοῦ πνεύματός σου, ἵνα ᾖ διπλῆ ἡ βοήθεια, τῆς χάριτος τοῦ πνεύματος, καὶ τοῦ βοηθοῦντος αὐτῷ. Πρὸς Τιμόθεον βʹ ἐγράφη ἀπὸ Ῥώμης. Στίχοι ρπʹ. Ἀπὸ Ῥώμης γράφει τὴν Ἐπιστολὴν ἐν δεσμοῖς ἐχόμενος, ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτῷ γενομένην ἀπολογίαν, καὶ τὴν παρὰ πόδας τελείωσιν. Ἐγὼ γὰρ, φησὶν, ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.