1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

171

Θεὸν τέκνα διοικεῖν. Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, Τὸν νεωστὶ κατηχημένον λέγει, οὐ τὸν νεώτερον τῇ ἡλικίᾳ Εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Τουτέστιν εἰς τὴν καταδίκην, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπονοίας ὑπέμεινε. ∆εῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξω, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ, καὶ παγίδα τοῦ διαβόλου. ∆ιακόνους ὡσαύτως σεμνοὺς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς· ἔχοντας τὸ μυστήριον πίστεως, Οὕτως ὀφείλει, φησὶ, θαυμαστὸς εἶναι καὶ δίκαιος, ὡς καὶ τοὺς ἐχθροὺς αὐτῷ μαρτυρεῖν. Ὅμοιον δὲ τῷ, Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. Γυναῖκας ὡσαύτως σεμνὰς, μὴ διαβόλους, νηφαλέους, πιστὰς ἐν πᾶσιν. ∆ιάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι, καὶ τῶν ἰδίων οἴκων. Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τὰ ἐν Χριστῷ Ἰησοῦ. Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον. Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Τουτέστιν, ὀρθὴν ἔχοντας πίστιν, καὶ μηδὲν αὐτῇ τῶν δολίων ἐπεισάγοντας. Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Θεὸς ἐφανερώθη ἐν σαρκί. Μή μοι εἴπῃς τοὺς κώδωνας, φησὶν, μηδὲ τὰ Ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα. Στύλος ἐστὶ τῆς οἰκουμένης ἡ Ἐκκλησία· καὶ μυστήριόν ἐστι, καὶ μέγα, καὶ εὐσεβείας μυστήριον, καὶ ὁμολογουμένως, οὐ ζητουμένως. Ἀναμφίβολον γάρ ἐστιν. Ἐδικαιώθη ἐν πνεύματι. Τοῦτό φησιν, ὅτι μεταλαβὼν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.

ΚΕΦΑΛ. ∆ʹ. Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς

πίστεως. 95.1009 Ὥστε καὶ ἄγγελοι μεθ' ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, πρότερον οὐχ ὁρῶντες. Προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας, τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Εἰς Μανιχαῖον καὶ Μαρκίωνα ταῦτα πάντα λέγει. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον. Ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ. ∆ύο τίθησιν ἐνταῦθα κεφάλαια· ἓν μὲν, ὅτι οὐδὲν κτίσμα κοινόν· δεύτερον δὲ, εἰ καὶ γένηται τῇ ὑπολήψει κοινὸν, ἀλλ' ἔχεις τὸ φάρμακον· σφραγίσας εὐχαρίστησον· δόξασον τὸν Θεὸν, καὶ πᾶσα ἀκαθαρσία ἀφίπταται. Ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας, ᾗ παρηκολούθηκα. Τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν. Τοὺς βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Τὰς μυθικὰς Ἰουδαίων παραδόσεις λέγει. Γύμναζε δὲ ἑαυτὸν Ὁ γυμναζόμενος, ἱδρῶτας ἔχει πολλούς. Πρὸς εὐσέβειαν. Τουτέστι, πίστιν καθαρὰν καὶ βίον. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια, πρὸς πάντα ὠφέλιμός ἐστιν. Τινὲς περὶ νηστείας τοῦτό φασιν εἰρῆσθαι. Ἄπαγε· οὐκ ἔστι σωματικὴ γυμνασία, ἀλλὰ πνευματική. Εἰ γὰρ σωματικὴ ἦν, τὸ σῶμα ἔτρεφεν ἄν. Εἰ δὲ τήκει αὐτὸ, καὶ λεπτύνει, καὶ κατισχύει, οὐκ ἔστι σωματική. Ἄρα περὶ τῆς τοῦ σώματος ἀσκήσεώς φησιν, ὥστε ἡμῖν δεῖ τῆς γυμνασίας τῆς κατὰ ψυχήν· ἐκείνη γὰρ οὐκ ἔχει κέρδος, ἀλλ' ὀλίγον ὠφέλησε τὸ σῶμα· ἡ δὲ τῆς εὐσεβείας ἄσκησις, τὸν καρπὸν καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσι, καὶ ἐνταῦθα ἀνακτᾶται. Ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν, καὶ τῆς μελλούσης. Ἄρα καὶ ἐνταῦθα ἐν ἐλπίσιν ἐσμὲν χρησταῖς. Ὁ γὰρ μηδὲν ἑαυτῷ συνειδὼς, καὶ ἐνταῦθα