1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

95

Χριστοῦ. Λαμπρὰν καὶ περιφανῆ τὴν νίκην ποιεῖ. Οὐ γὰρ λόγοις πολεμοῦμεν, φησὶν, ἀλλ' ἔργοις πρὸς λόγους. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ πρότερον ὑμῶν ἡ ὑπακοή. Ὑμᾶς μὲν γὰρ, φησὶν, ἀναμένομεν, ἵνα ὅταν διὰ τῆς παραινέσεως καὶ τῆς ἀπειλῆς διορθώσωμεν ὑμᾶς, καὶ ἐξενέγκωμεν, καὶ ἀποστήσωμεν τῆς ἐκείνων κοινωνίας, τότε ἐκείνων ἀπολειφθέντων μόνων τῶν τὰ ἀνίατα νοσούντων, ἐπαγάγωμεν τὴν τιμωρίαν, ὅταν ὁλοκλήρους ἴδωμεν ὑμᾶς ἀποστάντας τούτων. Ὑπακούετε μὲν γὰρ καὶ νῦν, οὐ τελείως δέ. ∆ιὸ οὐκ εἶπεν, ὅταν ὑπακούσητε, ἀλλ' ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ. Οὐ μικρὸν τὸ ἔγκλημα, ἀλλὰ καὶ σφόδρα μέγα. Εὐαπατήτων γὰρ ἀνθρώπων ἡ κατηγορία. Λέγει δὲ, ὅτι ἀπὸ τῶν φαινομένων δοκιμάζεται, ἀπὸ τῶν σαρκικῶν. Τί δέ ἐστιν, ἀπὸ τῶν σαρκικῶν; Εἴ τις πλουτεῖ, εἴ τις φυσιοῦται, εἴ τις πολλοὺς περιβέβληται κόλακας. Ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς Χριστοῦ. Ἐάν τε γὰρ καὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ Κύριος ἡμῖν. Οὐ βούλεται ἐκ προοιμίων σφόδρα γενέσθαι φορτικὸς, ἀλλὰ κατὰ μικρὸν αὔξεται καὶ κορυφοῦται. Εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν. Οὐκ αἰσχυνθήσομαι, ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶν, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενούμενος. Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν ἐν τῷ λόγῳ δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. 95.757 Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων, ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιοῦσιν. Ὅρα πῶς πάλιν παραμυθεῖται τὸν φθόνον. Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι μέχρι καὶ ὑμῶν. Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς, ὑπερεκτείνομεν ἑαυτούς. Ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ· οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἀλλ' ἐν ἀλλοτρίοις τόποις. Καὶ γὰρ οἱ ψευδαπόστολοι τοῦτο ἔλεγον, ὅτι τὴν οἰκουμένην ἐπεστρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόμεθα· ἅμα δὲ ἔνδειξίς ἐστι τῆς ταπεινοφροσύνης αὐτοῦ. Ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι, εἰς τὰ ἕτοιμα καυχήσασθαι. Ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστι δόκιμος· ἀλλ' ὃν ὁ Κύριος συνίστησιν. Ἐλπίζω, φησὶν, ὑμῶν ἐπιγνόντων, ὅτι καὶ περαιτέρω κανὼν ἡμῶν ἐκταθήσεται. Προβησόμεθα γὰρ καὶ περαιτέρω, ὥστε κηρύξαι καὶ καμεῖν, οὐχ ὥστε λόγοις κομπάζειν ὑπὲρ ὧν ἔκαμον ἕτεροι. Καλῶς δὲ καὶ κανόνα ἐκάλεσε, καὶ μέτρον, ὡς ἐπὶ κτῆσιν τῆς οἰκουμένης εἰσελθὼν καὶ κληρονομίαν ἀρίστην, καὶ δεικνὺς τοῦ Θεοῦ τὸ ἔργον ὅλον. Ἔχοντες οὖν τοιαῦτα ἔργα, φησὶ, καὶ μείζονα προσδοκῶντες, οὐ κομπάζομεν ὡς ἐκεῖνοι μηδὲν ἔχοντες, οὐδ' ἑαυτοῖς λογιζόμεθα, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν. ∆ιὸ καὶ ἐπάγει, ὥστε ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω.

ΚΕΦΑΛ. ΙΑʹ. Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου.

Μέλλων εἰσβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ ἀποκέχρηται τῇ προθεραπείᾳ. Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Οὐκ εἶπεν, Ἀγαπῶ ὑμᾶς, ἀλλ' ὃ πολλῷ τούτου σφοδρότερον ἦν, τοῦτο τίθησι. Ζηλότυποι γάρ εἰσιν αἱ ψυχαὶ σφόδρα τῶν ἐρωμένων περικαιόμεναι. Καὶ οὐκ ἂν ἄλλως τεχθῇ ἡ ζηλοτυπία, εἰ μὴ ἀπὸ σφοδρᾶς φιλίας. Φοβοῦμαι δὲ μήπως ὡς ὄφις ἐξηπάτησεν Εὖαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Εἰ γὰρ καὶ ἡ ἀπώλεια ὑμετέρα, ἀλλ' ἡ ἀθυμία κοινή· τὸ δὲ, μήποτε,