1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

108

φησίν. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἐπειδὴ μέγα εἶπε, καὶ θαυμαστὸν, τοὺς ὑπὸ κατάραν ἐκ τοῦ νόμου γεγενημένους, διὰ τῆς πίστεως υἱοὺς προσαγορευθῆναι Θεοῦ, κατασκευάζει αὐτὸ, πρῶτον μὲν τῷ ἐνδύσασθαι τὸν Χριστόν. Εἰ δὲ ὁ Χριστὸς Υἱὸς Θεοῦ, σὺ δὲ αὐτὸν ἐνεδύσω, φησὶ, τὸν Υἱὸν ἔχων ἐν σαυτῷ, καὶ πρὸς αὐτὸν ἀφομοιωθεὶς, εἰς μίαν συγγένειαν ἤχθης. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐν Χριστῷ Ἰησοῦ. Ἐπὶ πλεῖον διηγεῖται τὴν ἀγαθότητα τοῦ Θεοῦ, ὅπου γε πᾶσι τὴν ἴσην δέδωκε δωρεάν. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ, κατ' ἐπαγγελίαν κληρονόμοι. Εἰ ὁ Χριστὸς σπέρμα τοῦ Ἀβραὰμ, ὑμεῖς δὲ Χριστὸν ἐνεδύσασθε, καὶ σῶμα αὐτοῦ γεγόνατε, δῆλον ὅτι σπέρμα τοῦ Ἀβραάμ ἐστε. Οὐκοῦν καὶ κληρονόμοι. Τῷ σπέρματι γὰρ αὐτῷ ἡ ἐπαγγελία.

ΚΕΦΑΛ. ∆ʹ Λέγω δὲ ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιος ἐστιν, οὐδὲν διαφέρει

δούλου, Κύριος πάντων ὣν, ἀλλ' ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ Πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου. ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γεννώμενον ἐκ γυναικὸς, γεννώμενον ὑπὸ νόμου, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ. Νήπιος, οὐ τὴν ἡλικίαν, ἀλλὰ τὴν γνώμην φησί· δεικνὺς ὅτι καὶ ἐξ ἀρχῆς μὲν ἐβούλετο ὁ Θεὸς ταῦτα 95.801 χαρίσασθαι. Ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι, τουτέστι Νουμηνίας καὶ Σάββατα. Αἱ γὰρ ἡμέραι ἀπὸ δρόμου σελήνης καὶ ἡλίου γίνονται. Εἰ δὲ καὶ νῦν ἡμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ' ἢ καὶ ἐν τῷ χρόνῳ τῆς τελείας ἡλικίας, εἰς τοὐπίσω πάλιν ἀπάγουσι, καὶ δούλων οὐδὲν διαφέρειν ποιοῦσιν. Ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Καλῶς εἶπεν, ἀπολάβωμεν, δεικνὺς ὀφειλομένην. Ἄνωθεν γὰρ ἐπηγγείλατο ἐπὶ τοῦ Ἀβραάμ. Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλε τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον, Ἀββᾶ, ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός. Εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστόν. Ἄνω καὶ κάτω τὸν περὶ τῆς υἱοθεσίας αὐτοῖς προφέρει λόγον. Καὶ ἤδη μὲν ἔδειξεν ἐν τοῖς ἀνωτέρω διὰ τοῦ εἰπεῖν, Χριστὸν ἐνεδύσασθε· νῦν δὲ καὶ ἑτέρου τοῦ εἰπεῖν, ὅτι οὐκ ἂν ἐδυνάμεθα Πατέρα καλεῖν τὸν Θεὸν, καὶ τὸ Πνεῦμα αὐτοῦ λαβεῖν, εἰ μὴ υἱοὶ αὐτοῦ ἐγεγόνειμεν. Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς. Νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέψετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτείνεται· ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡμερῶν παρατηρήσεως φυλακή. Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς. Ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον περιτομὴν αὐτοὶ ἐκήρυττον ἐκείνην μόνην, ἀλλὰ καὶ τὰς ἑορτὰς, καὶ τὰς Νουμηνίας τηρεῖν. Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. ∆έδοικα, φησὶν, οὐ μὴν ἀπέγνωκα. Κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι. Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοὶ, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε. Ταῦτα πρὸς τοὺς ἐξ Ἰουδαίων λέγει. ∆ιὸ καὶ ἑαυτὸν εἰς μέσον ἄγει, πείθων αὐτοὺς ἀποστῆναι τῶν παλαιῶν, μιμουμένους αὐτόν. Οἴδατε, ὅτι δι' ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμόν μου, τὸν ἐπὶ τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ' ὡς ἄγγελον Θεοῦ ἐδέξασθε ἐμὲ, ὡς Χριστὸν Ἰησοῦν. Κηρύσσων ὑμῖν, φησὶν, ἠλαυνόμην, ἐμαστιγούμην, θανάτους ὑπέμενον, καὶ οὐδὲ οὕτω κατεφρονήσατέ μου. Τοῦτο γάρ ἐστι, Τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε. Πῶς οὖν οὐκ ἄτοπον, διωκόμενον ὡς ἄγγελον δέχεσθαι, παραινοῦντα δὲ τὰ δέοντα, μὴ δέχεσθαι. 95.804 Ποῦ οὖν ὁ μακαρισμὸς