1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

92

ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ. ∆ιὰ τοῦτο παρακεκλήμεθα, ἐπειδὴ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. Ὅτι εἴ τι αὐτοῦ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλ' ὡς πάντα ἐν ἀληθείᾳ ἐλάλησα ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ πρὸς Τίτον, ἀλήθεια ἐγενήθη, καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς, ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοὴν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν. Ἵνα μὴ λέγωσι, Τί ἐπιτιμᾷς ἡμῖν, εἰ ἁγνοί ἐσμεν τῷ πράγματι; λέγει· ∆ιὸ οὕτω ἔγραψα ὑμῖν, ἵνα εἰδῆτε πῶς ὑμᾶς φιλῶ.

ΚΕΦΑΛ. Ηʹ. Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ, τὴν δεδομένην ἐν ταῖς

Ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν. Τὸν περὶ ἐλεημοσύνης αὐτοῖς κινεῖ λόγον· ἵνα δὲ μὴ ἐπαίρωνται, χάριν τὸ πρᾶγμα καλεῖ, καὶ τὰ ἑτέρων διηγούμενος, σπουδαιοτέρους αὐτοὺς ἐργάζεται. Καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν, Τουτέστι. πολλὴ καὶ ἄφατος ἔδειξεν αὐτῶν τὴν ἁπλότητα. 95.748 Εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν· ὅτι κατὰ δύναμιν μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως, δεόμενοι ἡμῶν τὴν χάριν. Οὐ μόνον οὐκ ἐνεπόδισεν αὐτοῖς πρὸς δαψίλειαν ἡ πτωχεία, φησὶν, ἀλλὰ καὶ ἀφορμὴ γέγονε τῆς περισσεύσεως. Ὧ γὰρ μᾶλλον ἦσαν πένητες, τοσοῦτον μᾶλλον ἐφιλοτιμοῦντο. Καὶ κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ' ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ καὶ ἡμῖν διὰ θελήματος Θεοῦ, εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν αὐτήν. Ὅρα πῶς πάλιν ἐπαίρει τὸ πρᾶγμα σεμνοῖς ὀνόμασιν. Ἀλλ' ὥσπερ ἐν παντὶ περισσεύετε πίστει, καὶ λόγῳ, καὶ γνώσει, καὶ πάσῃ σπουδῇ, καὶ τῇ ἐξ ὑμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ χάριτι περισσεύητε. Ὅρα δὲ πάλιν μετὰ ἐγκωμίου τὴν προτροπὴν γινομένην. Πίστιν δὲ τὴν τῶν χαρισμάτων λέγει, καὶ λόγον τὸν τῆς σοφίας, καὶ γνῶσιν τὴν τῶν δογμάτων. Πᾶσαν δὲ σπουδὴν, τὴν περὶ τὴν ἄλλην πᾶσαν ἀρετήν. Οὐ κατ' ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων. Ἀνεπαχθῆ πάλιν τὸν λόγον ποιεῖ. Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι' ἡμᾶς ἐπτώχευσεν πλούσιος ὢν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε, καὶ γνώμην ἐν τούτῳ δίδωμι. Τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Τὸν περὶ τῆς οἰκονομίας κινεῖ λόγον, καὶ ἐκ τούτου ἐπὶ τὴν ἐλεημοσύνην προτρέπων. Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτω καὶ τοῦ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. Εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ' ὃ ἂν ἔχῃ, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλίψις, ἀλλ' ἐξ ἰσότητος ἐν τῷ νῦν καιρῷ, τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα· ὅπως γένηται ἰσότης, καθὼς γέγραπται. Ἡ προθυμία, φησὶν, ἐκ τῆς γνώμης· τὸ δὲ ποιῆσαι, ἐκ τοῦ ἔχειν. Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν. Ἐκ τούτου κατασκευάζει τὴν προθυμίαν αὐτῶν σφοδροτάτην, δεικνὺς ὅτι εἰ μὴ μεταδοῖεν ἑτέροις, οὐχ ἕξουσί τι πλέον, πάντα ἔνδον συνάγοντες· καὶ παραφέρει ἱστορίαν παλαιάν· οἱ γὰρ πολὺ συνάγοντες, οὐ μεῖζον τῶν ἔλαττον μέτρον συναγόντων εὑρίσκοντο ἔχοντες, τὴν ἀπληστίαν αὐτῶν τοῦ Θεοῦ 95.749 ταύτην κολάζοντος. Ταῦτα δὲ λέγει, ἅμα καὶ φοβίζων αὐτοὺς ἀπὸ τῶν τότε γενομένων, καὶ πείθων μηδαμοῦ τοῦ πλείονος ἐφίεσθαι. Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου· ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθε πρὸς ὑμᾶς. Ἐπειδὴ περὶ ἐλεημοσύνης